Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Refutatio confessionis Eunomii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
27.1
Οὐκ ἐψευσμένῃ, φησί, φωνῇ τιμῶντες αὐ τόν· ἔστι γὰρ ἀψευδής. ταύτῃ τῇ φωνῇ εὔχομαι τὸν Εὐνόμιον ἐπιμένειν, μαρτυροῦντα τῇ ἀληθείᾳ ὅτι ἐστὶν 28 ἀψευδής. εἰ γὰρ οὕτω φρονοίη, ὅτι πᾶν τὸ παρὰ τοῦ κυ ρίου λεγόμενον τοῦ ψεύδους κεχώρισται, πεισθήσεται πάν τως ἀληθεύειν τὸν εἰπόντα ὅτι Ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί ἐστι, δηλαδὴ ὅλος ἐν ὅλῳ, οὔτε τοῦ πατρὸς ἐν τῷ υἱῷ περιττεύοντος οὔτε τοῦ υἱοῦ ἐν τῷ πατρὶ λεί ποντος, καὶ ὅτι οὕτω χρὴ τιμᾶσθαι τὸν υἱόν, καθὼς τι μᾶται ὁ πατήρ, καὶ ὅτι Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα, καὶ ὅτι Οὐδεὶς οἶδε τὸν υἱὸν εἰ μὴ ὁ πατήρ, καὶ ὅτι Καὶ τὸν πατέρα οὐδεὶς ἐπιγινώσκει εἰ μὴ ὁ υἱός· δι' ὧν ἁπάν των οὔτε δόξης οὔτε οὐσίας οὔτε ἄλλου τινὸς παραλλαγὴ ὑπονοεῖται ἐπὶ πατρὸς καὶ υἱοῦ τοῖς ταύτας τὰς φωνὰς ὡς ἀληθινὰς δεξαμένοις. ὄντως ὄντα, φησί, φύσει τε 29 καὶ δόξῃ θεὸν ἕνα. τὸ ὄντως ὂν ἀντιδιαιρεῖται πρὸς τὸ μὴ ὄντως ὄν. ἔστι δὲ ὄντως ὂν ἕκαστον τῶν ὄντων καθὸ ἔστιν· τὸ δὲ μέχρι φαντασίας τινὸς καὶ ὑπονοίας δοκοῦν μὲν εἶναι μὴ ὂν δέ, τοῦτο οὐκ ὄντως ἔστιν, ὡς τὸ ἐνύπνιον φάσμα ἢ ὁ ἐπὶ τῆς εἰκόνος ἄνθρωπος· ταῦτα γὰρ καὶ τὰ τοιαῦτα μέχρι φαντασίας ὄντα τὸ ὄντως εἶναι οὐκ ἔχει. εἰ μὲν οὖν κατὰ τὴν Ἰουδαϊκὴν ὑπόληψιν κατα σκευάζουσι καθόλου μὴ εἶναι τὸν μονογενῆ θεόν, καλῶς τῷ πατρὶ μόνῳ τὸ ὄντως εἶναι προσμαρτυροῦσιν· εἰ δὲ οὐκ ἀρνοῦνται τὸν πάντων ποιητὴν ὅτι ἔστι, πεισθήτωσαν μὴ ἀποστερεῖν τὸν ὄντως ὄντα τοῦ ὄντως εἶναι, ὃς ἑαυτὸν ἐν τῇ γενομένῃ Μωϋσεῖ θεοφανείᾳ ὄντα ὠνόμασεν εἰπὼν ὅτι Ἐγώ εἰμι ὁ ὤν, καθὼς ὁ Εὐνόμιος ἐν τοῖς ἐφεξῆς λόγοις τούτῳ συντίθεται, αὐτὸν εἶναι λέγων τὸν τῷ Μωϋσεῖ φανέντα. 30 εἶτα φύσει τε καὶ δόξῃ θεόν φησιν ἕνα. εἰ μὲν οὖν ἐστιν ὁ θεὸς χωρὶς τοῦ εἶναι φύσει θεός, αὐτὸς ἂν εἰδείη ὁ ταῦτα λέγων· εἰ δὲ οὐκ ἔστι θεὸς ὁ μὴ φύσει θεὸς ὤν, μαθέτωσαν παρὰ τοῦ μεγάλου Παύλου, ὅτι οἱ δουλεύοντες τοῖς μὴ φύσει οὖσι θεοῖς θεῷ οὐ δουλεύουσιν, ἡμεῖς δὲ δουλεύομεν θεῷ ζῶντί τε καὶ ἀληθινῷ, καθὼς ὁ ἀπόστολος λέγει, ᾧ δὲ δουλεύομεν, Ἰησοῦς ἐστιν ὁ Χριστός. τούτῳ γὰρ καὶ ὁ ἀπόστολος Παῦλος δουλεύειν καυχᾶται λέγων· Παῦλος, δοῦλος Ἰησοῦ Χριστοῦ. ἡμεῖς τοίνυν οἱ μηκέτι δουλεύοντες τοῖς μὴ φύσει οὖσι θεοῖς ἐπέγνωμεν τὸν φύσει ὄντα θεόν, ᾧ πᾶν γόνυ κάμπτει ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων. ᾧ οὐκ ἂν ἐδουλεύσαμεν, εἰ μὴ ἐπιστεύ σαμεν ὅτι οὗτός ἐστιν ὁ ζῶν τε καὶ ἀληθινὸς θεός, ᾧ πᾶσα γλῶσσα ἐξομολογεῖται, ὅτι κύριος Ἰησοῦς εἰς δόξαν θεοῦ πατρός.

Intertext edge

Open linked passage

Note