Refutatio confessionis Eunomii
Gregory of Nyssa (gregory-of-nyssa)Euno 31 · pg-scrape-grcMore by Gregory of Nyssa (gregory-of-nyssa)
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)">
—
⋯
Original / primary: Pg Scrape Grc
31.1
Θεόν, φησίν, ἕνα ἀνάρχως ἀϊδίως ἀτελευτή τως μόνον. πάλιν Νοήσατε ἄκακοι πανουργίαν, φησὶν ὁ Σολομών, μή ποτε εἰς ἄρνησιν τῆς τοῦ μονογενοῦς θεότητος ἀπατηθέντες ἐκπέσητε. ἀτελεύτητόν ἐστι τὸ θανάτου καὶ φθορᾶς ἀνεπίδεκτον, ὡσαύτως δὲ καὶ ἀΐδιον τὸ μὴ πρόσ καιρον λέγεται. ὃ τοίνυν μήτε ἀΐδιόν ἐστι μήτε ἀτελεύ τητον, τοῦτο πάντως ἐν τῇ φθαρτῇ τε καὶ ἐπικήρῳ θεω ρεῖται φύσει. οὐκοῦν ὁ τὸ ἀτελεύτητον τῷ ἑνὶ καὶ μόνῳ προσμαρτυρῶν θεῷ, μὴ συμπεριλαμβάνων δὲ τὸν υἱὸν τῇ τοῦ ἀτελευτήτου καὶ ἀϊδίου σημασίᾳ, φθαρτὸν αὐτὸν εἶναι καὶ πρόσκαιρον διὰ τοῦ τοιούτου λόγου κατασκευάζει τὸν 32 τῷ ἀϊδίῳ καὶ ἀτελευτήτῳ ἀντιδιαστελλόμενον. ἡμεῖς δὲ κἂν ἀκούσωμεν ὅτι μόνος ὁ θεὸς ἔχει τὴν ἀθανασίαν, τὸν υἱὸν διὰ τῆς ἀθανασίας νοοῦμεν (ἀθανασία γάρ ἐστιν ἡ ζωή, ἥτις ἐστὶν ὁ κύριος ὁ εἰπὼν ὅτι Ἐγώ εἰμι ἡ ζωή)· κἂν λέγηται φῶς οἰκεῖν ἀπρόσιτον, πάλιν τὸ ἀληθινὸν φῶς, ὅπερ ἐστὶ τῷ ψεύδει ἀπρόσιτον, τὸν μονογενῆ νοεῖσθαι οὐκ ἀμφιβάλλομεν, ἐν ᾧ τὸν πατέρα εἶναι παρ' αὐτῆς τῆς ἀληθείας ἐμάθομεν. ἐκ τούτων δὲ ὁ ἀκροατὴς ἐπιλεξάσθω τὸ εὐσεβέστερον, εἴτε οὕτω χρὴ περὶ τοῦ μονογενοῦς θεο πρεπῶς δοξάζειν εἴτε φθαρτόν τε καὶ πρόσκαιρον εἶναι λέγειν, ὡς ὑφηγεῖται ἡ αἵρεσις.