Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Refutatio confessionis Eunomii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
38.1
Ἀλλὰ τοὺς ἐφεξῆς λόγους σκεψώμεθα· πάντῃ γὰρ καὶ καθάπαξ ἐστὶν εἷς, κατὰ τὰ αὐτά τε καὶ ὡσαύτως διαμένων μόνος. εἰ περὶ τοῦ πατρὸς λέγει, τούτῳ καὶ ἡμεῖς συντιθέμεθα· εἷς γάρ ἐστιν ὡς ἀληθῶς ὁ πατὴρ μόνος καὶ πάντῃ καθάπαξ κατὰ τὰ αὐτά τε καὶ ὡσαύτως ἔχων, καὶ οὐδέποτε, ὅπερ ἐστίν, οὔτε μὴ ὢν οὔτε μὴ ἐσόμενος. εἰ τοίνυν πρὸς τὸν πατέρα βλέπει ἡ τοιαύτη φωνή, μὴ μαχέσθω τῷ δόγματι τῆς εὐσεβείας, συμφωνῶν τῇ ἐκκλησίᾳ κατὰ τοῦτο τὸ μέρος. ὁ γὰρ ὁμολογῶν τὸν πατέρα πάντοτε κατὰ τὰ αὐτά τε καὶ ὡσαύτως ἔχειν ἕνα καὶ μόνον ὄντα, τὸν τῆς εὐσεβείας κρατύνει λόγον, βλέπων ἐν τῷ πατρὶ τὸν υἱόν, οὗ χωρὶς πατὴρ οὔτε ἔστιν οὔτε λέγεται. εἰ δὲ ἄλλον τινὰ παρὰ τὸν πατέρα θεὸν ἀναπλάσσει, Ἰου δαίοις διαλεγέσθω ἢ τοῖς λεγομένοις Ὑψιστιανοῖς, ὧν αὕτη ἐστὶν ἡ πρὸς τοὺς Χριστιανοὺς διαφορά, τὸ θεὸν μὲν αὐτοὺς ὁμολογεῖν εἶναί τινα, ὃν ὀνομάζουσιν ὕψιστον ἢ παντοκρά τορα, πατέρα δὲ αὐτὸν εἶναι μὴ παραδέχεσθαι· ὁ δὲ Χρι στιανός, εἰ μὴ τῷ πατρὶ πιστεύοι, Χριστιανὸς οὐκ ἔστιν.

Intertext edge

Open linked passage

Note