Refutatio confessionis Eunomii
Gregory of Nyssa (gregory-of-nyssa)Euno 4 · pg-scrape-grcMore by Gregory of Nyssa (gregory-of-nyssa)
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)">
—
⋯
Original / primary: Pg Scrape Grc
4.1
Ἐπεὶ οὖν τὸ δόγμα τοῦτο παρ' αὐτῆς ἐκτίθεται τῆς ἀληθείας, εἴ τι παρεπινοοῦσιν ἐπὶ ἀθετήσει τῆς θείας ταύ της φωνῆς οἱ τῶν πονηρῶν αἱρέσεων εὑρεταί, ὡς ἀντὶ μὲν τοῦ πατρὸς κτίστην αὐτὸν καὶ δημιουργὸν τοῦ υἱοῦ ὀνο μάζειν, ἀντὶ δὲ τοῦ υἱοῦ ἔργον καὶ κτίσμα καὶ ποίημα, ἀντὶ δὲ τοῦ ἁγίου πνεύματος κτίσμα κτίσματος καὶ ἔργον ἔργου καὶ πάντα ὅσα τοῖς θεομάχοις περὶ αὐτοῦ λέγειν δοκεῖ, πάντα τὰ τοιαῦτα ἄρνησιν τῆς ἀποκαλυφθείσης ἡμῖν ἐν τῷ δόγματι τούτῳ θεότητος καὶ παράβασιν ὀνομάζομεν. ἅπαξ γὰρ μεμαθήκαμεν παρὰ τοῦ κυρίου, πρὸς ὃ βλέπειν χρὴ τῇ διανοίᾳ, δι' οὗ γίνεται ἡ ἀπὸ τοῦ θνητοῦ πρὸς τὸ ἀθάνατον τῆς φύσεως ἡμῶν μεταστοιχείωσις· τοῦτο δέ 5 ἐστιν ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ ἅγιον πνεῦμα. φοβερὸν οὖν εἶναί φαμεν καὶ ὀλέθριον παραλογίσασθαι μὲν τὰς θείας ταύτας φωνάς, ἀντεπινοεῖν δὲ τὰς ἐπὶ ἀθετήσει τού των παρευρισκομένας, ὥσπερ ἐπιδιορθουμένους τὸν θεὸν λόγον τὸν νομοθετήσαντα ταύτας τὰς φωνὰς ἡμῖν ἐπὶ τῆς πίστεως ἔχειν. ἑκάστη γὰρ τῶν κλήσεων τούτων διὰ τῆς προσφυοῦς σημασίας νοουμένη κανὼν ἀληθείας καὶ νόμος εὐσεβείας τοῖς Χριστιανοῖς γίνεται. πολλῶν γὰρ ὄντων καὶ ἄλλων ὀνομάτων, οἷς τὸ θεῖον διασημαίνεται ἐν ἱστορίᾳ τε καὶ προφητείᾳ καὶ νόμῳ, πάντα καταλιπὼν ὁ δεσπότης Χριστὸς ὡς μᾶλλον ἡμᾶς προσάγεσθαι δυναμένας τῇ περὶ τοῦ ὄντος πίστει ταύτας τὰς φωνὰς παρατίθεται, ἀρκεῖν ἀποφηνάμενος παραμένειν ἡμᾶς τῇ τοῦ πατρός τε καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος κλήσει εἰς κατανόησιν τοῦ 6 ὄντως ὄντος, ὅπερ καὶ ἕν ἐστι καὶ οὐχ ἕν. τῷ μὲν γὰρ λόγῳ τῆς οὐσίας ἕν ἐστι, διὸ καὶ εἰς ἓν ὄνομα βλέπειν ὁ δεσπότης ἐνομοθέτησε· τοῖς δὲ γνωριστικοῖς τῶν ὑποστά σεων ἰδιώμασιν εἰς πατρός τε καὶ υἱοῦ καὶ πνεύματος ἁγίου πίστιν διῄρηται, ἀδιαστάτως τε μεριζόμενον καὶ ἀσυγχύτως ἑνούμενον. ὅταν γὰρ ἀκούσωμεν πατέρα, ταύτην ἀναλαμ βάνομεν τὴν διάνοιαν, ὅτι τὸ ὄνομα τοῦτο οὐκ ἐφ' ἑαυτοῦ νοεῖται μόνον, ἀλλὰ καὶ τὴν πρὸς τὸν υἱὸν σχέσιν διὰ τῆς ἰδίας ἐμφάσεως ἀποσημαίνει. οὐ γὰρ ἂν πατὴρ κεχωρισ μένος ἐφ' ἑαυτοῦ νοηθείη, μὴ υἱοῦ συνημμένου διὰ τῆς τοῦ πατρὸς ἐκφωνήσεως. πατέρα οὖν μαθόντες τῇ αὐτῇ 7 φωνῇ καὶ τὴν εἰς τὸν υἱὸν πίστιν συνεδιδάχθημεν. ἐπειδὴ τοίνυν τὸ θεῖον τῇ φύσει, ὅπερ ἐστὶ καθὸ ἔστιν, ἀεὶ ὡσαύτως ἔχει, οὔτε ποτέ τι μὴ ὂν ὃ νῦν ἐστιν οὔτε ποτέ τι ἐσόμενον ὃ νῦν οὐκ ἔστιν, πατὴρ δὲ ὠνομάσθη παρὰ τοῦ λόγου ὁ ἀληθινὸς πατήρ, τῷ δὲ πατρὶ καὶ ὁ υἱὸς συνεμφαίνεται, ἀναγκαίως πιστεύομεν, ὅτι ὁ μηδεμίαν τροπὴν ἢ ἀλλοίωσιν ἐν τῇ φύσει παραδεχόμενος, ὃ νῦν ἐστι, καὶ ἀεὶ πάντως ἦν ἤ, εἴ ποτέ τι οὐκ ἦν, οὐδὲ νῦν πάντως ἐστίν. ἐπεὶ οὖν πατὴρ ὑπὸ τοῦ ἀληθινοῦ λόγου κατονομάζεται, πάντοτε πάντως καὶ ἦν πατὴρ καὶ ἐστὶ καὶ ἔσται ὡς ἦν. οὐ γὰρ δὴ θέμις ἐπὶ τῆς θείας τε καὶ ἀκηράτου φύσεως μὴ πάν 8 τοτε τὸ καλὸν περὶ αὐτὴν εἶναι λέγειν. εἰ γὰρ μὴ ἀεὶ ἦν ὃ νῦν ἐστιν, ἐτράπη πάντως ἢ πρὸς τὸ χεῖρον ἀπὸ τοῦ κρείττο νος ἢ πρὸς τὸ κρεῖττον ἀπὸ τοῦ χείρονος· τούτων δὲ ἴσον ἐστὶ τὸ ἀσεβὲς καθ' ἑκάτερον, ὁπότερον ἂν ἐπὶ τῆς θείας λέγηται φύσεως. ἀλλὰ μὴν ἀνεπίδεκτόν ἐστι τὸ θεῖον τροπῆς τε καὶ ἀλλοιώσεως. ἄρα πᾶν ὅτιπέρ ἐστι καλὸν καὶ ἀγαθόν, ἀεὶ περὶ τὴν τοῦ καλοῦ θεωρεῖται πηγήν· καλὸν δὲ καὶ καλοῦ παντὸς ἐπέκεινα ὁ μονογενής ἐστι θεὸς ὁ ὢν ἐν τοῖς κόλποις τοῦ πατρός, ὢν ἐν τοῖς κόλποις, οὐχὶ ἐγγενόμενος.