Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Refutatio confessionis Eunomii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
52.1
Ἀλλὰ πρὸς τὸ ἐφεξῆς τῷ λόγῳ προέλθωμεν. φησὶ γὰρ ὅτι ἀρχῆς ἁπάσης, ὑποταγῆς, ἐξουσίας, βασιλείας ἀνώτερος. ἡμέτερος οὗτος ὁ λόγος καὶ τῆς καθολικῆς ἐκκλησίας ἴδιος, τὸ πιστεύειν τὴν θείαν φύσιν πάσης ἀρχῆς ἀνωτέραν εἶναι, ὑποχείριον δὲ ἑαυτῆς ἔχειν πᾶν ὅτιπέρ ἐστιν ἐν τοῖς οὖσι νοούμενον. θεία δὲ φύσις ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον. εἰ δὲ μόνῳ τῷ πατρὶ ταύτην προσμαρτυρεῖ τὴν δύναμιν καὶ εἰ μόνον αὐτὸν τροπῆς τε καὶ μεταβολῆς ἐλεύθερον ἀποφαί νεται καὶ εἰ μόνον αὐτὸν λέγει ἀκήρατον, πρόδηλον τὸ ἐκ τούτων κατασκευαζόμενον, ὅτι ὁ ταῦτα μὴ ἔχων τρεπτός ἐστι πάντως καὶ φθαρτὸς καὶ μεταβλητὸς καὶ ἐπίκηρος. 53 οὐκοῦν ταῦτα δογματίζει ὁ Εὐνόμιος ἐπὶ τοῦ μονογενοῦς θεοῦ καὶ τοῦ ἁγίου πνεύματος· οὐ γὰρ ἂν ἐχρήσατο τῇ ἀντιδιαστολῇ, τούτοις ἀντιδιαιρῶν τὸν πατέρα, μὴ ταύτην τὴν διάνοιαν ἔχων περὶ τοῦ υἱοῦ καὶ τοῦ πνεύματος. τὸ λοιπόν, ἀδελφοί, δοκιμάσατε, εἰ μὴ διώκτης ἐστὶ τῆς τῶν Χριστιανῶν πίστεως ταῦτα φρονῶν. τίς γὰρ τὸ τρεπόμενον καὶ μεταβαλλόμενον καὶ τὸ ἐπίκηρον καταδέξεται σεβά σμιον ἑαυτῷ κρῖναι; οὐκοῦν ὅλος ὁ σκοπός ἐστι τῷ κατα σκευάζοντι τὰ τοιαῦτα νοήματα, ἐκβαλεῖν τῆς ἐκκλησίας τὴν εἰς τὸν υἱὸν καὶ τὸ ἅγιον πνεῦμα πίστιν, δι' ὧν κατα σκευάζει μήτε ἀκήρατον εἶναι μήτε ἄτρεπτον μήτε ἀμετά βλητον ἢ αὐτὴν τὴν ἀλήθειαν ἢ τὸ πνεῦμα τῆς ἀληθείας.

Intertext edge

Open linked passage

Note