Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Refutatio confessionis Eunomii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
54.1
Ἴδωμεν δὲ καὶ οἷα τοῖς εἰρημένοις προστίθησιν. οὐκ ἐν τῷ γεννᾶν, φησί, τὴν ἰδίαν οὐσίαν μερίζων καὶ ὁ αὐτὸς γεννῶν καὶ γεννώμενος ἢ ὁ αὐ τὸς πατὴρ γινόμενος καὶ υἱός· ἔστι γὰρ ἄφθαρ τος. τοιοῦτον τάχα ἐστίν, ὅ φησι περὶ τῶν ἀσεβῶν ὁ προφήτης, ὅτι Ἱστὸν ἀράχνης ὑφαίνουσιν. ὡς γὰρ ἐπ' ἐκεί νου σχῆμα μὲν ἐστὶ τοῦ ὑφάσματος, ὑπόστασις δὲ οὐκ ἔστιν ἐν τῷ σχήματι (ὁ γὰρ ἁψάμενος οὐδενὸς ὑφεστῶτος ἅπτεται, περιφθειρομένων τῇ τῶν δακτύλων ἁφῇ τῶν ἀραχνίων νη μάτων), τοιαύτη ἐστὶν καὶ ἡ τῶν ματαίων λέξεων ἀνυπό στατος ἱστουργία. οὐκ ἐν τῷ γεννᾶν, φησί, τὴν ἰδίαν οὐσίαν μερίζων καὶ ὁ αὐτὸς γεννῶν καὶ γεννώ μενος. ἆρα λόγον ὀνομάσαι χρὴ τὰ λεγόμενα ἢ μᾶλλον φλέγματός τινος ὄγκον ἀπό τινος ὑδερικῆς πληθώρας ἀνα 55 πτυόμενον; τί γάρ ἐστι τὸ τὴν ἑαυτοῦ μερίζειν οὐ σίαν ἐν τῷ γεννᾶν καὶ τὸν αὐτὸν εἶναι γεννῶντά τε καὶ γεννώμενον; τίς οὕτω παράφορος, τίς οὕτως ἐξε στηκὼς τὴν διάνοιαν, ὡς τοῦτον εἰπεῖν τὸν λόγον πρὸς ὃν μάχεσθαι δοκεῖ ὁ Εὐνόμιος; ἡ μὲν γὰρ ἐκκλησία πιστεύει τὸν ἀληθινὸν πατέρα ἀληθῶς εἶναι υἱοῦ πατέρα, ἰδίου, καθώς φησιν ὁ ἀπόστολος, οὐκ ἀλλοτρίου. οὕτω γὰρ ἔν τινι τῶν ἐπιστολῶν ἀπεφήνατο· Ὃς τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο, ἀντιδιαστέλλων τῇ τοῦ ἰδίου προσθήκῃ τοὺς χάριτι καὶ οὐ φύσει τῆς υἱοθεσίας ἠξιωμένους. ὁ δὲ ταύτην ἡμῶν δια 56 βάλλων τὴν ὑπόληψιν τί λέγει; οὐκ ἐν τῷ γεννᾶν τὴν οὐσίαν ἑαυτοῦ μερίζων οὐδὲ ὁ αὐτὸς γεν νῶν καὶ γεννώμενος ἢ ὁ αὐτὸς πατὴρ γινό μενος καὶ υἱός· ἔστι γὰρ ἄφθαρτος. ἀκούων τις λόγον ἐν ἀρχῇ ὄντα καὶ θεὸν ὄντα τὸν λόγον καὶ λόγον ἐκ τοῦ πατρὸς ἐξελθόντα οὕτω καταρρυπαίνει τὸ ἀκήρατον δόγμα τοῖς αἰσχροῖς τούτοις καὶ ὀδωδόσι νοήμασι λέγων οὐκ ἐν τῷ γεννᾶν τὴν οὐσίαν μερίζει; ὢ τῆς βδελυρίας τῶν αἰσχρῶν τούτων καὶ ῥυπαρῶν νοημάτων. πῶς οὐ συνίησιν ὁ τὰ τοιαῦτα λέγων, ὅτι οὐδὲ διὰ σαρκὸς ὁ θεὸς φανερούμενος τὸ τῆς ἀνθρωπίνης φύσεως πάθος πρὸς τὴν τοῦ ἰδίου σώματος σύστασιν παρεδέξατο, ἀλλὰ καὶ παιδίον ἐγεννήθη ἡμῖν ἐκ πνεύματος ἁγίου δυνάμεως καὶ οὔτε ἡ παρθένος ἔπαθεν οὔτε τὸ πνεῦμα ἐμειώθη οὔτε 57 ἡ δύναμις τοῦ ὑψίστου ἀπεμερίσθη; καὶ γὰρ καὶ τὸ πνεῦμα ὅλον ἐστὶ καὶ ἡ τοῦ ὑψίστου δύναμις ἀμείωτος ἔμεινε καὶ τὸ παιδίον ἐγεννήθη ὅλον καὶ τὴν τῆς μητρὸς ἀφθορίαν οὐκ ἐλυμήνατο. εἶτα σὰρξ μὲν ἀπὸ σαρκὸς ἐγεννήθη δίχα πάθους, τὸ δὲ τῆς δόξης ἀπαύγασμα οὐ βούλεται ἀπ' αὐτῆς εἶναι ὁ Εὐνόμιος τῆς δόξης, ἐπειδὴ οὔτε μειοῦται 58 γεννῶσα τὸ φῶς ἡ δόξα οὔτε μερίζεται; καὶ ὁ μὲν ἀν θρώπινος λόγος ἀμερίστως ἐκ τοῦ νοῦ γεννᾶται, ὁ δὲ θεὸς λόγος, ἐὰν μὴ μερισθῇ τοῦ πατρὸς ἡ οὐσία, ἐκ τοῦ πατρὸς γεννηθῆναι οὐ δύναται; ἆρά τις οὕτως ἐστὶν ἠλίθιος, ὡς μὴ συνεῖναι τὴν ἀλογίαν τοῦ δόγ ματος; οὐκ ἐν τῷ γεννᾶν, φησί, τὴν ἰδίαν οὐσίαν μερίζων. τίνος γὰρ ἐν τῷ γεννᾶν ἡ ἰδία οὐσία μερί 59 ζεται; οὐσία γὰρ ἐπὶ μὲν τῶν ἀνθρώπων ἡ ἀνθρωπίνη φύσις, ἐπὶ δὲ τῶν ἀλόγων γενικῶς μὲν ἡ ἄλογος, ἰδικῶς δὲ ἐπὶ τῶν βοῶν καὶ ἐπὶ τῶν προβάτων καὶ ἐπὶ πάντων τῶν ἀλόγων ἡ κατὰ τὰς τῶν ἰδιωμάτων διαφορὰς θεωρουμένη. τί τοίνυν ἐκ τούτων μερίζει τὴν ἰδίαν οὐσίαν διὰ τοῦ τόκου; οὐκ ἀεὶ μένει διὰ τῆς διαδοχῆς τῶν ἐπιγινομένων ἐφ' ἑκά 60 στου τῶν ζῴων ἀκεραία ἡ φύσις; εἶτα ἄνθρωπος μὲν ἐξ ἑαυτοῦ τίκτων ἄνθρωπον οὐ μερίζει τὴν φύσιν, ἀλλὰ καὶ ἐν τῷ γεννήσαντι καὶ ἐν τῷ γεννηθέντι ὅλη ἐστίν, οὐκ ἐκ τούτου πρὸς ἐκεῖνον ἀποσχιζομένη καὶ μεθισταμένη οὐδὲ ἐν τούτῳ κολοβουμένη, ὅταν ἐν ἐκείνῳ τελεία γένηται, ἀλλὰ καὶ πᾶσα ἐν τούτῳ οὖσα καὶ πᾶσα ἐν ἐκείνῳ εὑρισκομένη· καὶ γὰρ καὶ πρὶν γεννῆσαι τὸν ἐξ αὐτοῦ ὁ ἄνθρωπος ζῷον ἦν λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν, καὶ ὅτε ἐγέννησε τὸν τοιοῦτον ἄνθρωπον· ὥστε ἐν ἐκείνῳ δειχθῆναι πάντα τὰ ἰδιώματα τῆς φύσεως, ὡς οὐκ ἀπώλεσε τὸ εἶναι ἄνθρωπος ἐξ ἑαυτοῦ γεννήσας τὸν ἄνθρωπον, ἀλλ' ὃ ἦν πρὸ τούτου, καὶ μετὰ τοῦτο διέμεινεν, οὐδὲν διὰ τοῦ γενέ σθαι τὸν ἐξ αὐτοῦ ἄνθρωπον τῆς ἑαυτοῦ φύσεως ἐλατ

Intertext edge

Open linked passage

Note