Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Search
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Gregory of Nyssa PG 44-46
Refutatio confessionis Eunomii
Euno 68.1
Share
Study
Versions & appearance
Versions · Aa
Share
Study
Data
Pg Scrape Grc
68.1
Ἢ μάταιον ἴσως ἐπὶ πλέον ἐμφιλοχωρεῖν τοῖς ἀνοή τοις, ἀλλὰ πρὸς τὸ ἐφεξῆς τοῦ λόγου μετέλθωμεν. προσ τίθησι γὰρ τούτοις· οὐκ ἐν τῷ ποιεῖν ὕλης ἢ μερῶν ἢ φυσικῶν ὀργάνων προσδεόμενος· ἔστι γὰρ παντὸς ἀπροσδεής. τοῦτο τὸ νόημα, εἰ καὶ ἀτονώ τερον κατὰ τὴν λέξιν ἐκτίθεται ὁ Εὐνόμιος, ὅμως τῆς εὐσε βείας οὐκ ἀποβάλλομεν. μαθόντες γὰρ ὅτι Αὐτὸς εἶπε καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν, οἴδαμεν ὅτι ποιητής ἐστι τῆς ὕλης ὁ λόγος, εὐθὺς συναπεργαζό μενος μετὰ τῆς ὕλης καὶ τὰς ποιότητας, ὡς εἶναι αὐτῷ τὰ πάντα καὶ ἀντὶ πάντων τὴν ὁρμὴν τοῦ παντοδυνάμου θελήματος, ὕλην ὄργανον τόπον χρόνον οὐσίαν ποιότητα,

Intertext edge

Open linked passage

Note