Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Refutatio confessionis Eunomii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
69.1
πᾶν ὅτιπέρ ἐστιν ἐν τῇ κτίσει νοούμενον. ὁμοῦ τε γὰρ ἠθέλησε τὸ δέον γενέσθαι καὶ συνέδραμεν ἡ ἐξεργαστικὴ τῶν ὄντων δύναμις τῷ νοήματι, ἔργον ποιοῦσα τὸ θέλημα. οὕτω γὰρ φιλοσοφεῖ περὶ τῆς θείας δυνάμεως ὁ πολὺς Μωϋσῆς ἐν τῇ κοσμογενείᾳ, προστακτικαῖς φωναῖς ἀνατι θεὶς ἑκάστου τῶν ἐν τῇ κτίσει φαινομένων τὴν ποίησιν. Εἶπε γάρ, φησίν, ὁ θεὸς ὅτι γενηθήτω φῶς, καὶ ἐγένετο φῶς· καὶ περὶ τῶν ἄλλων ὡσαύτως οὔτε ὕλης ἐμνήσθη οὔτε ὀργανικῆς ὑπουργίας. οὐκοῦν οὐκ ἀπόβλητος ἐν τῷ μέρει τούτῳ τοῦ Εὐνομίου ὁ λόγος. ὁ γὰρ θεὸς κτίζων, ὅσα διὰ κτίσεως ἔσχε τὴν γένεσιν, οὔτε τινὸς ὑποκειμένης ὕλης οὔτε ὀργάνων εἰς τὴν κατασκευὴν ἐδεήθη· ἀπροσδεὴς γὰρ ἀλλοτρίας βοηθείας ἡ τοῦ θεοῦ δύναμίς τε καὶ σοφία. 70 Χριστὸς δέ ἐστιν ἡ τοῦ θεοῦ δύναμις καὶ σοφία, δι' οὗ τὰ πάντα ἐγένετο καὶ οὗ χωρὶς τῶν ὄντων ἔστιν οὐδέν, καθὼς Ἰωάννης μαρτύρεται. εἰ οὖν πάντα δι' αὐτοῦ ἐγένετο, ὁρατά τε καὶ ἀόρατα, ἐξαρκεῖ δὲ πρὸς τὴν τῶν ὄντων ὑπό στασιν ἡ βούλησις μόνη (δύναμις γάρ ἐστιν ἡ βούλησις), τὸν ἡμέτερον εἶπε λόγον ἐν ἀτονούσῃ τῇ λέξει Εὐνόμιος. ὁ γὰρ τὰ σύμπαντα φέρων τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ τίνος ἂν ὀργάνου καὶ ποίας ὕλης δεηθείη ἐν τῷ φέρειν διὰ τοῦ παντοδυνάμου ῥήματος τὴν τῶν ὄντων ὑπόστασιν; 71 εἰ δὲ ὅπερ ἐπὶ τῆς κτίσεως περὶ τοῦ μονογενοῦς πεπιστεύκαμεν, τοῦτο ἐπὶ τοῦ υἱοῦ κατασκευάζει, ὡς ὁμοιοτρόπως αὐτὸν τοῦ πατρὸς κτίσαντος, καθάπερ παρὰ τοῦ υἱοῦ ἡ κτίσις ἐγένετο, τὸν ἐν τοῖς ἔμπροσθεν ῥηθέντα λόγον καὶ νῦν πάλιν ἀναλαμβάνομεν, ὅτι ἡ τοιαύτη ὑπόληψις ἄρνησις τῆς τοῦ μονογενοῦς ἐστι θεότητος. ἡμεῖς γὰρ ἴδιον εἶναι τῶν εἰδωλολατρούντων παρὰ τῆς μεγάλης τοῦ Παύλου φω νῆς μεμαθήκαμεν τὸ σέβεσθαι καὶ λατρεύειν τῇ κτίσει παρὰ τὸν κτίσαντα, καὶ τοῦ Δαβὶδ εἰπόντος ὅτι Οὐκ ἔσται ἐν σοὶ θεὸς πρόσφατος, οὐδὲ προσκυνήσεις θεῷ ἀλλοτρίῳ, κανόνι τούτῳ καὶ γνώμονι χρώμεθα πρὸς τὴν τοῦ προσ κυνουμένου ἐπίγνωσιν, ὥστε πεπεῖσθαι τοῦτο ἀληθῶς εἶναι 72 θεὸν ὃ μήτε πρόσφατόν ἐστι μήτε ἀλλότριον. ἐπειδὴ τοίνυν θεὸν πιστεύειν εἶναι τὸν μονογενῆ θεὸν ἐδιδάχθημεν, τὸ μήτε πρόσφατον αὐτὸν εἶναι μήτε ἀλλότριον συνομολογοῦμεν διὰ τοῦ πιστεύειν ὅτι ἐστὶ θεός. εἰ οὖν θεός ἐστι, πρόσ φατος οὐκ ἔστιν· εἰ δὲ μὴ πρόσφατος, ἀΐδιος πάντως ἐστίν. οὔτε οὖν πρόσφατός ἐστιν ὁ ἀΐδιος οὔτε ἀλλότριος τῆς ἀληθινῆς θεότητος ὁ ἐκ τοῦ πατρὸς ὢν καὶ ἐν τοῖς κόλποις ὢν τοῦ πατρὸς καὶ ἐν ἑαυτῷ τὸν πατέρα ἔχων. ὥστε ὁ ἀποσχίζων τῆς τοῦ πατρὸς φύσεως τὸν υἱὸν ἢ καθόλου ἀθετεῖ τὴν προσκύνησιν, ἵνα μὴ ἀλλοτρίῳ θεῷ προσκυνήσῃ, ἢ εἴδωλον σέβεται, κτίσμα καὶ οὐ θεὸν τῆς προσκυνήσεως αὐτοῦ προστησάμενος καὶ Χριστὸν ὄνομα τῷ εἰδώλῳ θέμενος.

Intertext edge

Open linked passage

Note