Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Refutatio confessionis Eunomii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
73.1
Ὅτι δὲ πρὸς ταύτην βλέπει τὴν διάνοιαν ἐν τῇ περὶ τοῦ μονογενοῦς ὑπολήψει, φανερώτερον ἂν γένοιτο δι' ὧν τὰ περὶ αὐτοῦ τοῦ μονογενοῦς διεξέρχεται, τοῦτον ἔχοντα τὸν τρόπον· πιστεύομεν καὶ εἰς τὸν τοῦ θεοῦ υἱόν, τὸν μονογενῆ θεόν, πρωτότοκον πάσης κτίσεως, υἱὸν ἀληθινόν, οὐκ ἀγέννητον, ἀλη θῶς γεννηθέντα πρὸ αἰώνων, οὐκ ἄνευ τῆς πρὸ τοῦ εἶναι γεννήσεως ὀνομαζόμενον υἱόν, πρὸ πάσης κτίσεως γενόμενον, οὐκ ἄκτιστον. ἀρκεῖν ἡγοῦμαι μόνην τὴν ἀνάγνωσιν τῶν ἐκτεθέντων καὶ δίχα τῆς παρ' ἡμῶν ἐξετάσεως φανερῶσαι τοῦ δόγματος 74 τὴν ἀσέβειαν. πρωτότοκον γὰρ εἰπὼν αὐτόν, ἵνα μή τινα τοῖς ἀκούουσιν ἀμφιβολίαν ἐμποιήσῃ τοῦ μὴ εἶναι αὐτὸν κτιστόν, ἐπήγαγεν εὐθὺς τὸ οὐκ ἄκτιστον, ἵνα μή ποτε τῆς τοῦ υἱοῦ σημασίας ὡς πέφυκε νοηθείσης εὐσεβές τι περὶ αὐτοῦ νόημα τοῖς ἀκηκοόσιν ἐγγένηται· τούτου χάριν ὁμολογήσας ἐν πρώτοις υἱὸν θεοῦ καὶ μονογενῆ θεὸν εὐθὺς διὰ τῶν ἐπιφερομένων παρατρέπει τῶν ἀκουόντων τὴν γνώ μην πρὸς τὴν αἱρετικὴν διάνοιαν ἀπὸ τῆς εὐσεβοῦς ὑπολή ψεως. ὁ γὰρ ἀκούσας υἱὸν θεοῦ καὶ μονογενῆ θεὸν ἀναγ καίως πρὸς τὰς ὑψηλοτέρας ἐμφάσεις ἀνάγεται διὰ τῆς τῶν φωνῶν τούτων σημασίας χειραγωγούμενος, τῷ μηδεμίαν φύσεως διαφορὰν ὑπὸ τῆς θεὸς φωνῆς καὶ ὑπὸ τῆς ση 75 μασίας τοῦ υἱοῦ παρεισάγεσθαι. πῶς γὰρ ἂν ἄλλο τι παρὰ 75 τὴν τοῦ πατρὸς νοηθείη φύσιν ὁ ἀληθῶς θεοῦ υἱὸς ὢν καὶ αὐτὸς θεὸς ὤν; ἀλλ' ἵνα μὴ φθάσῃ ταῖς καρδίαις τῶν ἀκηκοότων ἐντυπωθῆναι διὰ τῶν ὀνομάτων τούτων τὰ τῆς εὐσεβείας νοήματα, εὐθὺς λέγει κτίσεως αὐτὸν πρωτότοκον οὐκ ἄνευ τῆς πρὸ τοῦ εἶναι γεννήσεως ὀνομα ζόμενον υἱόν, πρὸ πάσης κτίσεως γενόμενον, οὐκ ἄκτιστον. ὡς ἂν οὖν φανείη καὶ τὰς πρώτας φω νὰς ὁ κακοῦργος ἀντὶ δελεάματος τοῖς ἀνθρώποις προτείνων, ὥστε παραδεχθῆναι τὸ δηλητήριον οἷόν τινι μέλιτι τοῖς εὐσεβεστέροις ὀνόμασι γλυκαινόμενον, μικρὸν τῷ λόγῳ προσ 76 διατρίψωμεν. Τίς οὐκ οἶδεν ὅση τοῦ μονογενοῦς πρὸς τὸν πρωτότοκον ἡ κατὰ τὸ σημαινόμενόν ἐστι διαφορά; οὔτε γὰρ μονογενὴς μετὰ ἀδελφῶν νοεῖται οὔτε χωρὶς ἀδελφῶν ὁ πρωτότοκος, ἀλλ' ὁ μὲν πρωτότοκος μονογενὴς οὐκ ἔστιν· ἀδελφῶν γάρ ἐστι πάντως πρωτότοκος· ὁ δὲ μονο γενὴς ἀδελφὸν οὐκ ἔχει· οὐ γὰρ ἂν εἴη μονογενὴς ἐν ἀδελ φοῖς ἀριθμούμενος. καὶ ἔτι πρὸς τούτοις, ἧσπερ ἂν οὐσίας ὦσιν οἱ ἀδελφοὶ τοῦ πρωτοτόκου, τῆς αὐτῆς ἔσται πάντως καὶ ὁ πρωτότοκος. καὶ οὐ τοῦτο μόνον ὑπὸ τῆς φωνῆς ταύτης σημαίνεται, ἀλλ' ὅτι καὶ παρὰ τοῦ αὐτοῦ τὸ εἶναι ἔχει αὐτός τε ὁ πρωτότοκος καὶ οἱ μετ' ἐκεῖνον γενόμενοι, οὐδὲν τοῦ πρωτοτόκου πρὸς τὴν γέννησιν τῶν ἐφεξῆς συν εισφέροντος. ὡς διὰ τούτων ψευδῆ τοῦ Ἰωάννου τὴν φωνὴν εἶναι κατασκευάζεσθαι τὴν μαρτυροῦσαν ὅτι Πάντα δι' 77 αὐτοῦ ἐγένετο. εἰ γὰρ πρωτότοκός ἐστιν, μόνοις τοῖς κατὰ τὸν χρόνον πρεσβείοις τῶν μετ' αὐτὸν γεγονότων διαφέρει πάντως, ἄλλου ὄντος δι' οὗ καὶ τούτῳ καὶ τοῖς λοιποῖς ἡ πρὸς τὸ εἶναι γέγονε δύναμις. ἀλλ' ὡς ἂν μή τινι τῶν συκοφαντούντων ὑπόνοιαν δοίημεν ὡς μὴ παραδεχόμενοι τὰς θεοπνεύστους φωνὰς δι' ὧν ἐνιστάμεθα, πρότερον τὴν ἡμετέραν διάνοιαν, ἣν ἔχομεν περὶ τῶν ὀνομάτων τούτων, παραθησόμεθα, εἶθ' οὕτω τὴν τοῦ βελτίονος κρίσιν τοῖς ἀκροωμένοις προσθήσομεν.

Intertext edge

Open linked passage

Note