Refutatio confessionis Eunomii
Gregory of Nyssa (gregory-of-nyssa)Euno 87 · pg-scrape-grcMore by Gregory of Nyssa (gregory-of-nyssa)
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)">
—
⋯
Original / primary: Pg Scrape Grc
87.1
Πάλιν δὲ τοῦ Εὐνομίου τὸν λόγον ἐπὶ λέξεως ἀνα λάβωμεν. πιστεύομεν καὶ εἰς τὸν τοῦ θεοῦ υἱόν, τὸν μονογενῆ θεόν, τὸν πρωτότοκον πάσης κτίσεως, υἱὸν ἀληθινόν, οὐκ ἀγέννητον, ἀλη θῶς γεννηθέντα πρὸ αἰώνων. ὅτι μὲν οὖν μετάγει τὴν τῆς γεννήσεως ἔμφασιν εἰς τὸ τῆς κτίσεως σημαινό μενον, δῆλόν ἐστιν ἐξ ὧν διαρρήδην κτιστὸν αὐτὸν προσ ηγόρευσε, γενόμενον αὐτὸν εἰπὼν καὶ οὐκ ἄκτιστον. ἡμεῖς δέ, ὡς ἂν μάλιστα τὸ ἀνεπίσκεπτον αὐτοῦ καὶ ἀπαί δευτον ἐν τοῖς δόγμασιν φανερωθείη, ἀφέντες τὸ σχετλιά ζειν ἐπὶ τῷ προδήλῳ τῆς βλασφημίας τεχνικῇ τινι διαιρέσει 88 τὸν περὶ τούτου λόγον διαληψόμεθα. δοκεῖ γάρ μοι καλῶς ἔχειν αὐτὸ τὸ τῆς γεννήσεως σημαινόμενον δι' ἐπιμελεστέρας ἐξετάσεως διασκοπῆσαι τῷ λόγῳ. ὅτι μὲν οὖν τὸ ἐξ αἰτίας εἶναί τινος τὸ ὄνομα τοῦτο παρίστησι, παντὶ δῆλόν ἐστι, καὶ οὐδὲν οἶμαι χρῆναι περὶ τούτου διαγωνίζεσθαι· ἀλλ' ἐπειδὴ διάφορος τῶν ἐξ αἰτίας ὑφεστώτων ὁ λόγος ἐστί, τοῦτ' οἶμαι προσήκειν διά τινος τεχνικῆς διαιρέσεως σαφη