Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Refutatio confessionis Eunomii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
89.1
νισθῆναι τῷ λόγῳ. τῶν τοίνυν ἔκ τινος αἰτίας γεγενη μένων ταύτας τὰς διαφορὰς κατειλήφαμεν. τὰ μὲν γὰρ ἐξ ὕλης ἐστὶ καὶ τέχνης, ὡς αἱ τῶν οἰκοδομημάτων καὶ τῶν λοιπῶν ἔργων κατασκευαὶ αἱ διὰ τῆς καταλλήλου ὕλης γινόμεναι, ὧν καθηγεῖταί τις τέχνη πρὸς τὸν ἴδιον σκοπὸν τὸ προτεθὲν συμπεραίνουσα, τὰ δὲ ἐξ ὕλης καὶ φύσεως· τὰς γὰρ ἐξ ἀλλήλων γενέσεις τῶν ζῴων ἡ φύσις οἰκοδομεῖ, διὰ τῆς ἐν τοῖς σώμασιν ὑλικῆς ὑποστάσεως τὸ ἑαυτῆς ἐνεργοῦσα· τὰ δὲ ἐξ ὑλικῆς ἀπορροίας, ἐφ' ὧν καὶ τὸ προηγούμενον μένει οἷόν ἐστιν καὶ τὸ ἀπ' ἐκείνου ῥέον ἐφ' ἑαυτοῦ καθορᾶται, ὡς ἐπὶ τοῦ ἡλίου καὶ τῆς ἀκτῖνος ἢ ἐπὶ τῆς λαμπάδος καὶ τῆς αὐγῆς ἢ ἐπὶ τῶν ἀρωμάτων τε καὶ τῶν μύρων καὶ τῆς ἐκεῖθεν ἐκδιδομένης ποιότητος.

Intertext edge

Open linked passage

Note