Gregory of Nyssa PG 44-46
Refutatio confessionis Eunomii
Euno 90.1
Choose a text
More by Gregory of Nyssa (gregory-of-nyssa)
—
Pg Scrape Grc
90.1
ταῦτα γὰρ ἐφ' ἑαυτῶν ἀμείωτα μένοντα εὐθὺς ἔχει συμ παρομαρτοῦσαν ἕκαστον τὴν ἀπ' αὐτῶν ἐκδιδομένην φυσικὴν ἰδιότητα, οἷον ὁ μὲν ἥλιος τὴν ἀκτῖνα, ἡ δὲ λαμπὰς τὴν αὐγήν, τὰ δὲ ἀρώματα τὴν τῷ ἀέρι ἐντικτομένην ἐξ αὐτῶν εὐωδίαν. ἔστι καὶ ἕτερον εἶδος παρὰ ταῦτα γεννή σεως, οὗ ἡ μὲν αἰτία ἄϋλός ἐστι καὶ ἀσώματος, ἡ δὲ γέν νησις αἰσθητή τε καὶ διὰ σώματος, λέγω δὲ τὸν ἐκ τοῦ νοῦ γεννώμενον λόγον· ἀσώματος γὰρ ὢν καθ' ἑαυτὸν ὁ νοῦς διὰ τῶν αἰσθητῶν ὀργάνων τίκτει τὸν λόγον. τοσαύτας γεννήσεων διαφορὰς οἷον ἐν γενικῇ τινι θεωρίᾳ κατενοή σαμεν.
Variation units
Dual references show Vulgate ↔ LXX loci for each oracle block. Selected-witness order follows the left compare column (or primary version).