Refutatio confessionis Eunomii
Gregory of Nyssa (gregory-of-nyssa)Euno 91 · pg-scrape-grcMore by Gregory of Nyssa (gregory-of-nyssa)
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)">
—
⋯
Original / primary: Pg Scrape Grc
91.1
Τούτων τοίνυν τῶν τῆς γεννήσεως τρόπων οὕτως ἡμῖν διῃρημένων, καιρὸς ἂν εἴη κατιδεῖν, πῶς ἡ φιλάνθρωπος τοῦ ἁγίου πνεύματος οἰκονομία παραδιδοῦσα τὰ θεῖα μυ στήρια διὰ τῶν ἡμῖν χωρητῶν τὴν διδασκαλίαν ποιεῖται τῶν ὑπὲρ λόγον. πάντα γὰρ τὰ τῆς γεννήσεως εἴδη, ὅσα ἡ ἀνθρωπίνη γινώσκει διάνοια, ἡ θεόπνευστος διδασκαλία πρὸς τὴν παράστασιν τῆς ἀρρήτου δυνάμεως παραλαμβάνει, οὐ συμπαραδεχομένη τὰς σωματικὰς τῶν ὀνομάτων ἐμφά 92 σεις. ὅταν μὲν γὰρ περὶ τῆς κατασκευαστικῆς λέγῃ δυνά μεως, γέννησιν μὲν ὀνομάζει τὴν τοιαύτην ἐνέργειαν διὰ τὸ δεῖν πρὸς τὸ ταπεινὸν τῆς ἡμετέρας δυνάμεως καταβῆναι τὸν λόγον, οὐ μὴν συνενδείκνυται τὰ ὅσα παρ' ἡμῖν τῇ κατασκευαστικῇ γενέσει συνθεωρεῖται, οὐ τόπον, οὐ χρόνον, οὐχ ὕλης παρασκευήν, οὐκ ὀργάνων συνεργίαν, οὐ τὸν ἐπὶ τοῖς γινομένοις κόπον, ἀλλὰ ταῦτα ἡμῖν καταλιποῦσα μεγα λοφυῶς τε καὶ ὑψηλῶς τῷ θεῷ προσμαρτυρεῖ τῶν ὄντων τὴν γένεσιν ἐν οἷς φησιν ὅτι Αὐτὸς εἶπε καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν. πάλιν ὅταν τὴν ἀπόρ ρητόν τε καὶ ὑπὲρ λόγον τοῦ μονογενοῦς ἐκ τοῦ πατρὸς ὕπαρξιν ἑρμηνεύῃ, διὰ τὸ ἀχώρητον εἶναι τὴν ἀνθρωπίνην πτωχείαν τῶν ὑπὲρ λόγον τε καὶ ἔννοιαν διδαγμάτων κἀκεῖ τοῖς ἡμετέροις συγκέχρηται καὶ υἱὸν ὀνομάζει, ὅπερ ἡ παρ' ἡμῖν συνήθεια τοῖς ἀπὸ ὕλης καὶ φύσεως ἀποτικτομένοις 93 ὄνομα τίθεται. ἀλλ' ὥσπερ τὴν [διὰ] τῆς κτίσεως γένεσιν εἰπὼν ὁ λόγος ἐπὶ θεοῦ τὸ διά τινος ὕλης γενέσθαι αὐτὴν οὐ προσέθηκεν, οὐσίαν ὕλης καὶ τόπον καὶ χρόνον καὶ πάντα τὰ τοιαῦτα τὴν τοῦ θείου θελήματος εἶναι δύναμιν ἀποφηνάμενος, οὕτως καὶ ἐνταῦθα υἱὸν εἰπὼν ἀφῆκε πάντα τά τε ἄλλα, ὅσα περὶ τὴν κάτω γέννησιν ἡ ἀνθρωπίνη φύσις ὁρᾷ, πάθη τε λέγω καὶ διαθέσεις καὶ τὴν ἐκ τοῦ χρόνου συνεργίαν καὶ τὴν τοῦ τόπου χρείαν καὶ πρὸ πάν των τὴν ὕλην, ὧν ἄνευ πάντων ἡ κάτω γέννησις ἐκ τῆς 94 φύσεως οὐ συνίσταται. πάσης δὲ τῆς τοιαύτης ἐννοίας ὑλικῆς τε καὶ διαστηματικῆς μὴ συμπαραληφθείσης ἐν τῇ τοῦ υἱοῦ σημασίᾳ, μόνη ὑπελείφθη ἡ φύσις, καὶ διὰ τοῦτο τῇ τοῦ υἱοῦ φωνῇ τὸ οἰκεῖον καὶ γνήσιον τῆς ἐκ τοῦ πα τρὸς ἀναδείξεως ἐπὶ τοῦ μονογενοῦς ἑρμηνεύεται. καὶ ἐπειδὴ οὐχ ἱκανὸν ἦν τὸ τοιοῦτον τῆς γεννήσεως εἶδος ἀρκοῦσαν ἡμῖν ἐμποιῆσαι τῆς ἀρρήτου τοῦ μονογενοῦς ὑπάρξεως τὴν φαντασίαν, συμπαραλαμβάνει καὶ τὸ ἕτερον τῆς γεννήσεως εἶδος πρὸς σημασίαν τῆς τοῦ υἱοῦ θεολογίας τὸ ἐκ τῆς ὑλικῆς ἀπορροίας, καί φησιν ἀπαύγασμα δόξης καὶ ὀσμὴν μύρου καὶ ἀτμίδα θεοῦ, ἅπερ ἐν τῇ ἐκτεθείσῃ παρ' ἡμῶν τεχνολογίᾳ ἡ καθ' ἡμᾶς συνήθεια ὑλικὴν ἀπόρ 95 ροιαν ὀνομάζει. ἀλλ' ὥσπερ ἐν τοῖς προειρημένοις οὔτε ἡ τῆς κτίσεως γένεσις οὔτε ἡ τοῦ υἱοῦ σημασία ἢ χρόνον ἢ ὕλην ἢ τόπον ἢ πάθος συμπαρεδέξατο, οὕτως καὶ ἐνταῦθα πάσης τῆς ὑλικῆς ἐννοίας ἐκκαθάρας τὴν τοῦ ἀπαυγάσματος καὶ τῶν λοιπῶν τῶν μνημονευθέντων σημασίαν, μόνον τὸ θεο πρεπὲς τοῦ τοιούτου τῆς γεννήσεως εἴδους ὁ λόγος παραλαβὼν ἐνδείκνυται τὸ δεῖν ἐξ αὐτοῦ τε καὶ μετ' αὐτοῦ κατὰ ταὐ τὸν νοεῖσθαι διὰ τῆς κατὰ τὴν λέξιν ταύτην ἐμφάσεως. οὔτε γὰρ ἡ ἀτμὶς τὴν εἰς ἀέρα διάχυσιν ἐκ τῆς ὑποκει μένης ὕλης παρίστησιν οὔτε ἡ ὀσμὴ τὴν ἐκ τῆς ποιότητος τοῦ μύρου γινομένην πρὸς τὸν ἀέρα μετάστασιν οὔτε τὸ ἀπαύγασμα τὴν τοῦ ἡλιακοῦ σώματος διὰ τῶν ἀκτίνων γινομένην ἀπόρροιαν, ἀλλὰ τοῦτο μόνον ἐκ πάντων, καθὼς εἴρηται, διὰ τοῦ τοιούτου τῆς γεννήσεως τρόπου δηλοῦται, τὸ ἐξ ἐκείνου τε εἶναι καὶ μετ' ἐκείνου νοεῖσθαι, μηδενὸς διαστήματος μεταξὺ τοῦ πατρὸς καὶ τοῦ ἐξ αὐτοῦ μεσιτεύοντος96. ἐπειδὴ δὲ διὰ πλείονα φιλανθρωπίαν ἡ τοῦ ἁγίου πνεύματος χάρις πολλαχόθεν ἡμῖν ἐγγενέσθαι τὰς θείας περὶ τοῦ μονογενοῦς ὑπολήψεις ᾠκονομήσατο, προσέθηκε καὶ τὸ λειπόμενον τῶν ἐν γεννήσει θεωρουμένων εἶδος, τὸ ἐκ τοῦ νοῦ καὶ τοῦ λόγου. ἀλλ' ἐν τούτῳ πλείονι χρῆται τῇ προμηθείᾳ ὁ ὑψηλὸς Ἰωάννης, ὥστε μὴ ὑπὸ ἀτονίας τε καὶ μικροψυχίας καταπεσεῖν τὸν ἀκούοντα πρὸς τὴν κοινὴν ἔννοιαν τοῦ λόγου, ὡς φθόγγον τοῦ πατρὸς τὸν υἱὸν νομισθῆναι· διὰ τοῦτο προσμαρτυρεῖ τῷ λόγῳ τὸ κατ' οὐ σίαν εἶναι ἐν αὐτῇ τῇ πρώτῃ καὶ μακαρίᾳ φύσει, οὕτως ἀναβοήσας τὸ κήρυγμα ὅτι ἐν ἀρχῇ ἦν ὁ λόγος καὶ πρὸς τὸν θεὸν καὶ θεός, καὶ φῶς καὶ ζωὴ καὶ πάντα ὅσα ἐστὶν ἡ ἀρχὴ καὶ αὐτὸς ἦν.