Refutatio confessionis Eunomii
Gregory of Nyssa (gregory-of-nyssa)Euno 97 · pg-scrape-grcMore by Gregory of Nyssa (gregory-of-nyssa)
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)">
—
⋯
Original / primary: Pg Scrape Grc
97.1
Τούτων τοίνυν τῶν τῆς γεννήσεως τρόπων ἤτοι τῶν ἐξ αἰτίας ὑφεστώτων ἔν τε τῇ καθ' ἡμᾶς συνηθείᾳ γινωσκο μένων, παραληφθέντων δὲ καὶ παρὰ τῆς ἁγίας γραφῆς πρὸς τὴν τῶν ὑπερκειμένων διδασκαλίαν οὕτως, ὡς εἰκός ἐστι πρὸς παράστασιν τῶν θείων ὑπολήψεων ἕκαστον τού των εὐσεβῶς μεταληφθῆναι, καιρὸς ἂν εἴη κατανοῆσαι καὶ τοῦ Εὐνομίου τὸν λόγον, ἐπὶ ποίου δέχεται σημαινομένου τὴν τῆς γεννήσεως ἔμφασιν. υἱόν, φησίν, ἀληθινόν, οὐκ ἀγέννητον, καὶ ἀληθῶς γεννηθέντα πρὸ αἰώνων. τὴν μὲν οὖν ἐν τῇ διαστολῇ κακουργηθεῖσαν ἀκολουθίαν ὡς παντὶ γνώριμον οὖσαν παραδραμεῖν οἶμαι 98 προσήκει. τίς γὰρ οὐκ οἶδεν ὅτι, τῷ μὲν υἱῷ πρὸς τὸν πατέρα, τῷ δὲ γεννητῷ πρὸς τὸν ἀγέννητον οὔσης τῆς ἀν τιδιαστολῆς οὗτος τὸν πατέρα παρεὶς ἀντιδιαστέλλει τῷ υἱῷ τὸν ἀγέννητον, δέον, εἴπερ ἀληθείας ἐποιεῖτο φρον τίδα, μὴ παρατρέψαι τῆς σχετικῆς ἀκολουθίας τὸν λόγον, ἀλλ' εἰπεῖν ὅτι" 1υἱὸν ἀληθινόν, οὐ πατέρα" 2, οὕτω δ' ἂν συνδιεσώθη τῇ ἀκολουθίᾳ τοῦ λόγου καὶ ἡ εὐσέβεια, τῇ διακρίσει τῶν προσώπων μὴ συνδιασχισθείσης τῆς φύσεως. ἀλλὰ τὴν ἀληθῆ τε καὶ ἔγγραφον τοῦ πατρὸς χρῆσιν τὴν παρ' αὐτοῦ τοῦ λόγου παραδοθεῖσαν ἐν τῷ λόγῳ τῆς πί στεως ὑπαμείψας ἀγέννητον ἀντὶ τοῦ πατρὸς κατωνό μασεν, ἵνα χωρίσας αὐτὸν τῆς φυσικῶς ἐνθεωρουμένης τῇ τοῦ πατρὸς κλήσει πρὸς τὸν υἱὸν οἰκειότητος κοινοποιήσῃ πρὸς πάντα τὰ ἐν τῇ κτίσει φαινόμενα, οἷς κατὰ τὸ ἴσον ἡ ἀντιδιαστολή ἐστι πρὸς τὸ ἀγέννητον. 99 Ἀληθῶς, φησί, γεννηθέντα πρὸ αἰώνων. παρὰ τίνος, εἰπάτω. παρὰ τοῦ πατρὸς ἐρεῖ πάντως, εἴπερ μὴ ἀναισχυντοίη πρὸς τὴν ἀλήθειαν. ἀλλ' ἐπειδὴ τοῦ ἀϊδίου πατρὸς οὐκ ἔστι τὴν ἀϊδιότητα τοῦ υἱοῦ διαστῆσαι, συνενδεικνυμένης πάντως καὶ τὸν υἱὸν τῆς τοῦ πατρὸς ση μασίας, διὰ τοῦτο τοῦ πατρὸς ἀποδοκιμάσας τὴν κλῆσιν μετάγει τὸν λόγον πρὸς τὸ ἀγέννητον, ἐπειδὴ τούτου τοῦ ὀνόματος ἄσχετόν τε καὶ ἀκοινώνητόν ἐστι πρὸς τὸν υἱὸν τὸ σημαινόμενον, καὶ οὕτως παραγαγὼν τοὺς ἀκούοντας πρὸς τὸ μὴ συνθεωρεῖν τῷ πατρὶ τὸν υἱὸν διὰ τῆς ὑπαλλαγῆς τοῦ ὀνόματος ὁδὸν ἔδωκεν τῇ κακουργίᾳ, διὰ τῆς τοῦ ἀγεν 100 νήτου παρενθήκης ὁδοποιῶν τὴν ἀσέβειαν. οἱ γὰρ κατὰ τὸ πρόσταγμα τοῦ δεσπότου εἰς τὸν πατέρα τὴν πίστιν ἔχοντες ὁμοῦ τῷ ἀκοῦσαι τὸν πατέρα καὶ τὸν υἱὸν τῇ διανοίᾳ συμ παρεδέξαντο, οὐδενὶ τῷ μεταξὺ διαστήματι τῆς διανοίας ἀπὸ τοῦ υἱοῦ πρὸς τὸν πατέρα κενεμβατούσης. οἱ δὲ ἀντὶ τοῦ πατρὸς παρενεχθέντες πρὸς τὴν τοῦ ἀγεννήτου κλῆσιν ψιλὴν τὴν τοῦ ὀνόματος τούτου ἀναλαμβάνουσιν ἔννοιαν, μόνον τὸ μὴ γενέσθαι αὐτὸν διδασκόμενοι, οὐ μὴν καὶ τὸ πατέρα εἶναι. ἐκ τούτου δὲ τοῖς μὲν συνετῶς ἐπαΐουσιν ἀσύγχυτος μένει καὶ διὰ ταύτης τῆς διανοίας ἡ πίστις.