Refutatio confessionis Eunomii
Gregory of Nyssa (gregory-of-nyssa)Euno 9 · pg-scrape-grcMore by Gregory of Nyssa (gregory-of-nyssa)
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)">
—
⋯
Original / primary: Pg Scrape Grc
9.1
Οὐκοῦν ἀποδέδεικται διὰ τούτων τὸ ἐξ ἀϊδίου τὸν υἱὸν ἐνθεωρεῖσθαι τῷ πατρὶ τῷ ἐν ᾧ ἐστι, ζωὴν ὄντα καὶ φῶς καὶ ἀλήθειαν καὶ πᾶν ἀγαθὸν ὄνομά τε καὶ νόημα, ὧν χωρὶς ἐφ' ἑαυτοῦ λέγειν εἶναί ποτε τὸν πατέρα τῆς ἐσχάτης ἀσεβείας ἅμα καὶ παραπληξίας ἐστί. εἰ γὰρ ὁ υἱός, καθὼς ἡ γραφὴ λέγει, δύναμίς ἐστι θεοῦ καὶ σοφία καὶ ἀλήθεια καὶ φῶς καὶ ἁγιασμὸς καὶ εἰρήνη καὶ ζωὴ καὶ τὰ τοιαῦτα, πρὸ τοῦ τὸν υἱὸν εἶναι, καθὼς τοῖς αἱρετικοῖς δοκεῖ, οὐδὲ ταῦτα ἦν πάντως. τούτων δὲ μὴ ὄντων κενὸν πάντως τῶν τοιούτων ἀγαθῶν τὸν πατρῷον ἐννοήσουσι 10 κόλπον. ὡς ἂν οὖν μήτε ὁ πατὴρ ἔρημός ποτε τῶν ἑαυτοῦ ἀγαθῶν ἐννοηθείη μηδὲ εἰς ταύτην τὴν ἀτοπίαν ἐκπέσοι τὸ δόγμα, ἀναγκαίως κατὰ τὴν φωνὴν τοῦ δεσπότου τῇ ἀϊδιότητι τοῦ πατρὸς ἡ περὶ τοῦ υἱοῦ πίστις συνθεωρεῖται. οὗ χάριν πάντα καταλιπὼν τὰ ὀνόματα, ὅσα πρὸς ἔνδειξιν τῆς ὑπερκειμένης φύσεως λέγεται, τὴν τοῦ πατρὸς κλῆσιν ὡς ἐνδεικτικωτέραν τῆς ἀληθείας ἐκτίθεται ἡμῖν ἐπὶ τῆς πίστεως, ἥτις καθὼς εἴρηται τῇ σχετικῇ διανοίᾳ καὶ τὸν 11 υἱὸν μεθ' ἑαυτῆς συνενδείκνυται. τοῦ δὲ υἱοῦ, ὅς ἐστιν ἐν τῷ πατρί, ἀεὶ ὄντος ὅπερ ἐστίν, καθὼς εἴρηται καὶ ἐν τοῖς ἔμπροσθεν λόγοις, ὅτι τὸ θεῖον τῇ φύσει τὴν πρὸς τὸ μεῖζον αὔξησιν οὐ προσδέχεται (οὐ γὰρ ὁρᾷ τι ἔξω ἑαυτοῦ ἀγαθὸν ἄλλο, οὗ κατὰ μετουσίαν προσλαμβάνει τὸ πλέον) ἀλλ' ἀεὶ ὡσαύτως ἔχοντος, οὔτε ἀποβάλλοντος ὃ ἔχει οὔτε προσλαμβάνοντος ὃ μὴ ἔχει (οὔτε γάρ τι τῶν ἀποβλήτων ἔχει, καὶ εἴ τι μακάριον καὶ ἀκήρατον καὶ ἀληθινὸν καὶ ἀγαθὸν περὶ αὐτὸν καὶ ἐν αὐτῷ πάντως ἐστίν, ἀναγκαίως ὁρῶμεν οὐκ ἐξ ἐπικτήσεως αὐτῷ προσγινόμενον τὸ πνεῦμα τὸ ἀγαθόν τε καὶ ἅγιον, ὅπερ ἐστὶν εὐθές, ἡγεμονικόν, ζωοποιόν, τὸ πάσης τῆς κτίσεως περικρατητικόν τε καὶ ἁγιαστικόν, ὃ πάντα ἐν πᾶσιν ἐνεργεῖ καθὼς βούλεται, ὡς μηδέν τι μεταξὺ διάλειμμα τοῦ Χριστοῦ πρὸς τὸ χρίσμα νοεῖν ἢ τοῦ βασιλέως πρὸς τὴν βασιλείαν ἢ τῆς σοφίας πρὸς τὸ πνεῦμα τῆς σοφίας ἢ τῆς ἀληθείας πρὸς τὸ πνεῦμα τῆς ἀληθείας ἢ τῆς δυνάμεως πρὸς τὸ πνεῦμα τῆς δυνά μεως) ἀλλ' ἐξ ἀϊδίου τῷ πατρὶ τοῦ υἱοῦ ἐνθεωρουμένου, ὅς ἐστι σοφία τε καὶ ἀλήθεια καὶ βουλὴ καὶ ἰσχὺς καὶ γνῶσις καὶ σύνεσις, ἐξ ἀϊδίου καὶ τὸ πνεῦμα τὸ ἅγιον αὐτῷ συν θεωρεῖται, ὅπερ ἐστὶ πνεῦμα σοφίας τε καὶ ἀληθείας καὶ βουλῆς καὶ συνέσεως καὶ πάντα τὰ ἄλλα ὅσα ὁ υἱός ἐστί