Vita sanctae Macrinae
Gregory of Nyssa (gregory-of-nyssa)Life Macrina 12 · pg-scrape-grcMore by Gregory of Nyssa (gregory-of-nyssa)
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)">
—
⋯
Original / primary: Pg Scrape Grc
12.1
Ἦν δὲ αὐτῇ ὁ μάλιστα πρὸς τὸν μέγαν τοῦτον τοῦ βίου σκοπὸν ὑπηρετῶν ἀδελφός τις ὁμογάστριος, Πέτρος ὄνομα αὐτῷ, ἐφ' ᾧ ἔληξαν τῆς μητρὸς ἡμῶν αἱ ὠδῖνες. Οὗτος γὰρ ἦν ὁ τελευταῖος τῶν γονέων βλαστός, ὃς ὁμοῦ τε υἱὸς καὶ ὀρφανὸς ὠνομάσθη· ἅμα γὰρ τῷ παρελθεῖν τοῦτον εἰς φῶς καταλείπει ὁ πατὴρ τὸν βίον. Ἀλλ' ἡ πρεσ βυτάτη τῶν ἀδελφῶν, περὶ ἧς ὁ λόγος, μικρὰ τῆς θηλῆς αὐτὸν παρὰ τὴν πρώτην γένεσιν μετασχόντα εὐθὺς ἀπο σπάσασα τῆς τιθηνουμένης δι' ἑαυτῆς ἀνατρέφεται καὶ ἐπὶ πᾶσαν τὴν ὑψηλοτέραν ἤγαγε παίδευσιν, τοῖς ἱεροῖς τῶν μαθημάτων ἐκ νηπίων αὐτὸν ἐνασκήσασα, ὡς μὴ δοῦναι τῇ ψυχῇ σχολὴν πρός τι τῶν ματαίων ἐπικλιθῆναι. Ἀλλὰ πάντα γενομένη τῷ νέῳ, πατήρ, διδάσκαλος, παιδαγωγός, μήτηρ, ἀγαθοῦ παντὸς σύμβουλος, τοιοῦτον αὐτὸν ἀπειρ γάσατο, ὡς πρὶν ἐξελθεῖν τὴν ἡλικίαν τῶν παίδων ἔτι ἐν μειρακιώδει τῇ ἀπαλότητι τῆς ὥρας ἀνθοῦντα πρὸς τὸν ὑψηλὸν τῆς φιλοσοφίας σκοπὸν ἐπαρθῆναι καί τινι φύσεως εὐκληρίᾳ πρὸς πᾶσαν τέχνης ἰδέαν τὴν διὰ χειρὸς ἐνεργου μένην ἐπιτηδείως ἔχειν, ὡς μηδενὸς καθηγουμένου διὰ πάσης ἀκριβείας ἑκάστου τὴν ἐπιστήμην κατωρθωκέναι, ὧν χρόνῳ καὶ πόνῳ τοῖς πολλοῖς ἡ μάθησις παραγίνεται. Οὗτος τοίνυν τῆς περὶ τοὺς ἔξωθεν τῶν λόγων ἀσχολίας ὑπεριδών, ἱκανὴν δὲ διδάσκαλον παντὸς ἀγαθοῦ μαθήματος τὴν φύσιν ἔχων ἀεί τε πρὸς τὴν ἀδελφὴν βλέπων καὶ σκοπὸν ἀγαθοῦ παντὸς ἐκείνην ποιούμενος εἰς τοσοῦτον ἐπέδωκεν ἀρετῆς, ὡς μηδὲν ἔλαττον τοῦ μεγάλου Βασι λείου δοκεῖν ἔχειν ἐν τοῖς κατ' ἀρετὴν προτερήμασιν. Ταῦτα μὲν ἐν τῷ μετὰ ταῦτα βίῳ· τότε δὲ ἀντὶ πάντων ἦν τῇ ἀδελ φῇ καὶ τῇ μητρὶ συνεργῶν αὐταῖς πρὸς τὴν ἀγγελικὴν ἐκείνην ζωήν. Ὅς ποτε καὶ σιτολειψίας χαλεπῆς γεγενημένης καὶ πολλῶν πανταχόθεν κατὰ φήμην τῆς εὐποιίας πρὸς τὴν ἐσχατιάν, ἐν ᾗ κατῴκουν, ἐπιρρεόντων τοσοῦτον δι' ἐπινοιῶν τὰς τροφὰς ἐπλεόνασεν, ὡς τῷ πλήθει τῶν ἐπι φοιτώντων πόλιν εἶναι τὴν ἐρημίαν δοκεῖν.