Vita sanctae Macrinae
Gregory of Nyssa (gregory-of-nyssa)Life Macrina 13 · pg-scrape-grcMore by Gregory of Nyssa (gregory-of-nyssa)
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)">
—
⋯
Original / primary: Pg Scrape Grc
13.1
Ἐν τούτῳ εἰς γῆρας λιπαρὸν προελθοῦσα ἡ μήτηρ πρὸς τὸν θεὸν μετανίστατο, ἐν ταῖς ἀμφοτέρων τῶν τέκνων χερσὶ τὸν βίον ἑαυτῆς ἀναπαύσασα. Ἧς ἄξιον τὴν τῆς εὐλογίας ἱστορῆσαι φωνήν, ᾗ ἐπὶ τῶν τέκνων ἐχρήσατο, τῶν τε μὴ παρόντων ἑκάστου κατὰ τὸ πρόσφορον ἐπιμνησθεῖσα, ὡς μηδένα γενέσθαι τῆς εὐλογίας ἀπόκληρον, καὶ δια φερόντως τοὺς παρόντας αὐτῇ τῷ θεῷ διὰ προσευχῆς παραθεμένη. Παρακαθημένων γὰρ αὐτῇ κατὰ τὸ πλάγιον ἐφ' ἑκάτερα τῆς κλίνης τῶν δύο τούτων ἑκατέρᾳ χειρὶ ἐφαψαμένη τῶν τέκνων ταῦτα πρὸς τὸν θεὸν εἶπεν ἐν τε λευταίαις φωναῖς· «Σοί, κύριε, καὶ ἀπάρχομαι καὶ ἀπο δεκατῶ τὸν καρπὸν τῶν ὠδίνων. Ἀπαρχή μοι ἡ πρωτότοκος αὕτη καὶ ἐπιδέκατος οὗτος, ἡ τελευταία ὠδίς. Σοὶ δὲ ἀφιέ ρωται παρὰ τοῦ νόμου ἀμφότερα καὶ σά ἐστιν ἀναθήματα. Οὐκοῦν ἔλθοι ὁ ἁγιασμὸς ἐπί τε τὴν ἀπαρχήν μου ταύτην καὶ ἐπὶ τὸ ἐπιδέκατον τοῦτο», δείξασα ταῖς δεικτικαῖς φωναῖς τὴν θυγατέρα καὶ τὸν παῖδα. Ἡ μὲν οὖν τοῦ εὐλογεῖν παυσαμένη καὶ τοῦ ζῆν ἐπαύσατο, τοῖς παισὶν ἐπισκήψασα τὸ τῇ πατρῴᾳ σορῷ καὶ τὸ ἐκείνης ἐναποθέσθαι σῶμα. Οἱ δὲ πληρώσαντες τὸ διατεταγμένον ὑψηλότερον εἴχοντο τῆς φιλοσοφίας, ἀεὶ πρὸς τὸν ἴδιον διαμιλλώμενοι βίον καὶ τὰ φθάσαντα τῶν κατορθωμάτων τοῖς ἐφεξῆς ἀπο κρύπτοντες.