Vita sanctae Macrinae
Gregory of Nyssa (gregory-of-nyssa)Life Macrina 16 · pg-scrape-grcMore by Gregory of Nyssa (gregory-of-nyssa)
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)">
—
⋯
Original / primary: Pg Scrape Grc
16.1
Ὡς δὲ κατ' αὐτὸν ἐγενόμην τὸν τόπον καὶ προκατήγ γειλε τῇ ἀδελφότητι τὴν παρουσίαν ἡ φήμη, τό τε σύνταγμα τῶν ἀνδρῶν ἅπαν ἐκ τοῦ ἀνδρῶνος πρὸς ἡμᾶς προεχέθη· σύνηθες γὰρ αὐτοῖς τιμᾶν τῇ ὑπαντήσει τοὺς καταθυμίους· ὁ δὲ ἐν γυναιξὶ τῆς παρθενίας χορὸς εὐκόσμως κατὰ τὴν ἐκκλησίαν τὴν εἴσοδον ἡμῶν ἀνέμενεν. Ἐπειδὴ δὲ τέλος εἶχεν ἡ εὐχή τε καὶ ἡ εὐλογία καὶ αἱ μὲν μετὰ τὸ ὑποσχεῖν τῇ εὐλογίᾳ τὴν κεφαλὴν εὐσχημόνως ἀναποδίζουσαι πρὸς ἑαυτὰς ἀνεχώ ρουν, ὑπελείπετο δὲ ἐξ αὐτῶν πρὸς ἡμᾶς οὐδεμία, εἰκάσας ὅπερ ἦν, μὴ ἐν ἐκείναις εἶναι τὴν καθηγουμένην, προηγη σαμένου τινὸς ἐπὶ τὸν οἶκον, ἐν ᾧ ἦν ἡ μεγάλη, καὶ τὴν θύραν διαπετάσαντος, ἐντὸς τῆς ἱερᾶς ἐκείνης ἐγενόμην μονῆς. Ἡ δὲ σφοδρῶς ἤδη τῇ ἀρρωστίᾳ κατείχετο, ἀνεπαύετο δὲ οὐκ ἐπὶ κλίνης τινὸς ἢ στρωμνῆς, ἀλλ' ἐπὶ τοῦ ἐδάφους, σανίδος ὑποτεταμένης τῷ σάκκῳ καὶ τὴν κεφαλὴν ἑτέρας πάλιν σανίδος ὑπερειδούσης, ἧς ἡ ἐργασία τοιαύτη τις ἦν, ὡς ἀντὶ προσκεφαλαίου τῇ κεφαλῇ γίνεσθαι, ἐν λοξῷ τῷ σχήματι τοὺς τένοντας ὑποβαίνουσα καὶ καταθυμίως ἀνέχουσα ἐφ' ἑαυτῆς τὸν αὐχένα.