Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Vita sanctae Macrinae
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
17.1
Ἐπεὶ οὖν εἶδεν ἐγγὺς τῶν θυρῶν με γενόμενον, ὀρ θώσασα ἑαυτὴν ἐπ' ἀγκῶνος προσδραμεῖν μὲν οὐχ οἵα τε ἦν, ἤδη τῷ πυρετῷ τῆς ἰσχύος ὑπολυθείσης· πήξασα δὲ ἐπὶ τοῦ ἐδάφους τὰς χεῖρας καὶ ἐφ' ὅσον οἷόν τε ἦν ἔξω ἑαυτὴν τοῦ χαμευνίου προτείνασα τὴν τῆς ὑπαντήσεως ἐπλήρου τιμήν· κἀγὼ προσδραμὼν καὶ ταῖς χερσὶν ὑπο λαβὼν χαμαὶ τὸ πρόσωπον κεκλιμένον ἀνώρθωσά τε πάλιν αὐτὴν καὶ ἀπέδωκα τῷ συνήθει τῆς κατακλίσεως σχήματι. Ἡ δὲ προτείνασα τῷ θεῷ τὴν χεῖρα· «Καὶ ταύτην ἐπλήρωσάς μοι, φησί, τὴν χάριν ὁ θεός, καὶ οὐκ ἐστέρησάς με ἀπὸ τῆς ἐπιθυμίας μου, ὅτι ἐκίνησας τὸν σὸν οἰκέτην εἰς ἐπί σκεψιν τῆς παιδίσκης σου.» Καὶ ὡς ἂν μηδεμίαν ἐπαγάγοι τῇ ἐμῇ ψυχῇ δυσθυμίαν, τὸν στεναγμὸν κατεπράϋνε καὶ τὴν συνοχὴν τοῦ ἄσθματος κρύπτειν πως ἐβιάζετο, διὰ πάντων τε πρὸς τὸ φαιδρότερον μεθηρμόζετο, τῶν κατα θυμίων λόγων αὐτή τε κατάρχουσα καὶ ἡμῖν τὰς ἀφορμὰς δι' ὧν ἠρώτα παρασκευάζουσα. Τῆς δὲ περὶ τοῦ μεγάλου Βασιλείου μνήμης τῇ ἀκολουθίᾳ τοῦ λόγου παρεμπεσούσης, ἐμοὶ μὲν ἐπώκλαζεν ἡ ψυχὴ καὶ συνέπιπτεν ἐν κατηφείᾳ τὸ πρόσωπον καὶ ἐξεχεῖτο τῶν βλεφάρων τὰ δάκρυα· ἡ δὲ τοσοῦτον ἀπέσχε τῷ ἡμετέρῳ συνταπεινωθῆναι πάθει, ὥστε ἀφορμὴν ποιησαμένη τῆς ὑψηλοτέρας φιλοσοφίας τὴν περὶ τοῦ ἁγίου μνήμην τοιούτους διεξῆλθε λόγους φυσιολογοῦσά τε τὸ ἀνθρώπινον καὶ τὴν θείαν οἰκονομίαν τὴν διὰ τῶν σκυθρωπῶν κεκρυμμένην τῷ λόγῳ διακαλύ πτουσα τά τε περὶ τῆς μελλούσης ζωῆς καθάπερ θεοφορου μένη τῷ ἁγίῳ πνεύματι διεξιοῦσα· ὥστε μοι τὴν ψυχὴν ἔξω μικροῦ δεῖν τῆς ἀνθρωπίνης φύσεως εἶναι δοκεῖν συνεπαρθεῖσαν τοῖς λεγομένοις καὶ ἐντὸς τῶν οὐρανίων ἀδύτων τῇ χειραγωγίᾳ τοῦ λόγου καθισταμένην.

Intertext edge

Open linked passage

Note