Vita sanctae Macrinae
Gregory of Nyssa (gregory-of-nyssa)Life Macrina 18 · pg-scrape-grcMore by Gregory of Nyssa (gregory-of-nyssa)
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)">
—
⋯
Original / primary: Pg Scrape Grc
18.1
Καὶ ὥσπερ ἐπὶ τῆς τοῦ Ἰὼβ ἱστορίας ἀκούομεν, ὅτι πανταχόθεν τῇ σηπεδόνι τῶν τραυμάτων ὅλῳ τῷ σώματι διὰ ἰχώρων ὁ ἀνὴρ συντηκόμενος οὐ πρὸς τὸ ἀλγύνον τὴν αἴσθησιν τοῖς λογισμοῖς ἐπεκλίνετο, ἀλλ' ἐν μὲν τῷ σώματι τὸ ἀλγοῦν εἶχεν, ὁ δὲ πρὸς τὴν ἰδίαν ἐνέργειαν οὐκ ἠμβλύνετο οὐδὲ διέκοπτε τὸν λόγον τοῖς ὑψηλοτέροις ἐμβατεύοντα· τοιοῦτόν τι καὶ ἐπὶ τῆς μεγάλης ἑώρων ἐκείνης, τοῦ πυρετοῦ πᾶσαν τὴν δύναμιν αὐτῆς κατα φρύγοντος καὶ πρὸς τὸν θάνατον συνελαύνοντος, καθάπερ δρόσῳ τινὶ τὸ σῶμα ἑαυτῆς ἀναψύχουσα, οὕτως ἀπαρα πόδιστον εἶχεν ἐν τῇ περὶ τῶν ὑψηλῶν θεωρίᾳ τὸν νοῦν, οὐδὲν ὑπὸ τῆς τοσαύτης ἀρρωστίας παραβλαπτόμενον. Καὶ εἰ μὴ πρὸς ἄπειρον ἐξετείνετο μῆκος ἡ συγγραφή, πάντα ἂν καθεξῆς διηγησάμην, ὅπως ἐπήρθη τῷ λόγῳ περί τε τῆς ψυχῆς ἡμῖν φιλοσοφοῦσα καὶ τῆς διὰ σαρκὸς ζωῆς τὴν αἰτίαν διεξιοῦσα, καὶ ὅτου χάριν ὁ ἄνθρωπος καὶ ὅπως θνητὸς καὶ ὅθεν ὁ θάνατος καὶ τίς ἡ ἀπὸ τούτου πρὸς τὴν ζωὴν πάλιν ἀνάλυσις. Ἐν οἷς ἅπασιν ὥσπερ ἐμπνευσθεῖσα τῇ δυνάμει τοῦ ἁγίου πνεύματος πάντα διεξῄει σαφῶς τε καὶ ἀκολούθως, ἐν εὐκολίᾳ πάσῃ τοῦ λόγου ῥέοντος καθάπερ ἐκ πηγῆς τινος ἀπαραποδίστως πρὸς τὸ πρανὲς φερομένου τοῦ ὕδατος.