Vita sanctae Macrinae
Gregory of Nyssa (gregory-of-nyssa)Life Macrina 21 · pg-scrape-grcMore by Gregory of Nyssa (gregory-of-nyssa)
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)">
—
⋯
Original / primary: Pg Scrape Grc
21.1
Ἐμοῦ δὲ τοὺς ἰδίους πόνους ἐν οἷς ἤμην διεξιόντος, πρό τερον μὲν τοῦ βασιλέως Οὐαλέντος διὰ τὴν πίστιν ἐλαύνοντος, μετὰ ταῦτα δὲ τῆς ἐν ταῖς ἐκκλησίαις συγχύσεως πρὸς ἄθλους ἡμᾶς καὶ καμάτους ἐκκαλουμένης· «Οὐ παύσῃ, φησίν, ἀγνωμό νως ἐπὶ τοῖς θείοις ἀγαθοῖς διακείμενος; οὐ θεραπεύσεις τῆς ψυχῆς τὸ ἀχάριστον; οὐκ ἀντιπαραθήσεις τοῖς τῶν πατέρων τὰ σά; καίτοι γε κατὰ τὸν κόσμον τοῦτον ἐν τούτῳ δὴ μάλιστα μεγαλαυχοῦμεν, ἐν τῷ εὖ γεγονέναι καὶ ἀπὸ εὐγενῶν φῦναι δοκεῖν. Πολύς, φησί, κατὰ τὴν παίδευσιν ἐν τοῖς τότε χρόνοις ὁ πατὴρ ἐνομίζετο, ἀλλὰ μέχρι τῶν ἐγχωρίων δικαστηρίων ἡ κατ' αὐτὸν ἵστατο δόξα. Μετὰ ταῦτα δὲ τῶν λοιπῶν διὰ τῆς σοφιστικῆς αὐτοῦ καθηγου μένου οὐκ ἐξῆλθε τὸν Πόντον ἡ φήμη, ἀλλ' ἀγαπητὸν ἦν ἐκείνῳ τὸ ἐν τῇ πατρίδι περίβλεπτον. Σὺ δέ, φησί, πόλεσι καὶ δήμοις καὶ ἔθνεσιν ὀνομαστὸς εἶ καὶ σὲ πρὸς συμμαχίαν τε καὶ διόρθωσιν ἐκκλησίαι πέμπουσι καὶ ἐκκλησίαι καλοῦσι, καὶ οὐχ ὁρᾷς τὴν χάριν; οὐδὲ ἐπιγι νώσκεις τῶν τηλικούτων ἀγαθῶν τὴν αἰτίαν, ὅτι σε τῶν γονέων αἱ εὐχαὶ πρὸς ὕψος αἴρουσιν, οὐδεμίαν ἢ ὀλίγην οἴκοθεν ἔχοντα πρὸς τοῦτο παρασκευήν;»