Vita sanctae Macrinae
Gregory of Nyssa (gregory-of-nyssa)Life Macrina 24 · pg-scrape-grcMore by Gregory of Nyssa (gregory-of-nyssa)
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)">
—
⋯
Original / primary: Pg Scrape Grc
24.1
Σύ, φησίν, ἔλυσας ἡμῖν, κύριε, «τοῦ θανάτου τὸν φόβον». Σὺ ζωῆς ἀληθινῆς ἀρχὴν ἡμῖν ἐποίησας τὸ τέλος τῆς ἐνταῦθα ζωῆς. Σὺ πρὸς καιρὸν ἡμῶν ὕπνῳ διαναπαύεις τὰ σώματα καὶ πάλιν ἀφυπνίζεις «ἐν τῇ ἐσχάτῃ σάλπιγγι». Σὺ δίδως παρακαταθήκην τῇ γῇ τὴν ἡμετέραν γῆν, ἣν ταῖς σαῖς χερσὶ διεμόρφωσας, καὶ πάλιν ἀνακωμίζῃ ὃ ἔδωκας, ἀφθαρσίᾳ καὶ χάριτι μεταμορφώσας τὸ θνητὸν ἡμῶν καὶ ἄσχημον. Σὺ ἐρρύσω ἡμᾶς ἐκ τῆς κατάρας καὶ τῆς ἁμαρτίας, ἀμ φότερα ὑπὲρ ἡμῶν γενόμενος. Σὺ «συνέθλασας τὰς κεφαλὰς τοῦ δράκοντος» τοῦ διὰ τοῦ χάσματος τῆς παρακοῆς τῷ λαιμῷ διαλαβόντος τὸν ἄνθρωπον. Σὺ ὡδοποίησας ἡμῖν τὴν ἀνάστασιν, συντρίψας τὰς πύλας τοῦ ᾅδου καὶ «καταργήσας τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου». Σὺ «ἔδωκας τοῖς φοβουμένοις σε σημείωσιν» τὸν τύπον τοῦ ἁγίου σταυροῦ εἰς καθαίρεσιν τοῦ ἀντικειμένου καὶ ἀσφά λειαν τῆς ἡμετέρας ζωῆς. Ὁ θεὸς ὁ αἰώνιος, ᾧ «ἐπερρίφην ἐκ κοιλίας μητρός», «ὃν ἠγάπησεν ἡ ψυχή μου» ἐξ ὅλης δυνάμεως, ᾧ ἀνέθηκα καὶ τὴν σάρκα καὶ τὴν ψυχὴν ἀπὸ νεότη τός μου καὶ μέχρι τοῦ νῦν, σύ μοι παρακατάστησον φωτεινὸν ἄγγελον τὸν χειραγω γοῦντά με πρὸς τὸν τόπον τῆς ἀναψύξεως, ὅπου «τὸ ὕδωρ τῆς ἀναπαύσεως», παρὰ τοὺς κόλπους τῶν ἁγίων πατέρων. Ὁ διακόψας τὴν φλόγα τῆς πυρίνης ῥομφαίας, καὶ ἀπο δοὺς τῷ παραδείσῳ τὸν ἄνθρωπον τὸν συσταυρωθέντα σοι καὶ ὑποπεσόντα τοῖς οἰκτιρμοῖς σου, κἀμοῦ «μνήσθητι ἐν τῇ βασιλείᾳ σου», ὅτι κἀγὼ σοὶ συνε σταυρώθην, «καθηλώσασα ἐκ τοῦ φόβου σου τὰς σάρκας μου καὶ ἀπὸ τῶν κριμάτων σου φοβηθεῖσα». Μὴ διαχωρισάτω με τὸ χάσμα τὸ φοβερὸν ἀπὸ τῶν ἐκ λεκτῶν σου, μηδὲ ἀντιστήτω ὁ βάσκανος τῇ ὁδῷ μου μηδὲ εὑρεθείη κατενώπιον τῶν ὀφθαλμῶν σου ἡ ἁμαρ τία μου, εἴ τι σφαλεῖσα διὰ τὴν ἀσθένειαν τῆς φύσεως ἡμῶν ἐν λόγῳ ἢ ἐν ἔργῳ ἢ κατὰ διάνοιαν ἥμαρτον. Ὁ ἔχων ἐπὶ γῆς ἐξουσίαν ἀφιέναι ἁμαρτίας, «ἄνες μοι, ἵνα ἀναψύξω» καὶ εὑρεθῶ ἐνώπιόν σου «ἐν τῇ ἀπεκδύσει τοῦ σώματός» μου «μὴ ἔχουσα σπίλον ἢ ῥυτίδα» ἐν τῇ μορφῇ τῆς ψυχῆς μου, ἀλλ' ἄμωμος καὶ ἀκη λίδωτος προσδεχθείη ἡ ψυχή μου ἐν ταῖς χερσί σου «ὡς θυμίαμα ἐνώπιόν σου».