Vita sanctae Macrinae
Gregory of Nyssa (gregory-of-nyssa)Life Macrina 25 · pg-scrape-grcMore by Gregory of Nyssa (gregory-of-nyssa)
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)">
—
⋯
Original / primary: Pg Scrape Grc
25.1
Καὶ ταῦτα ἅμα λέγουσα ἐπετίθει τὴν σφραγῖδα τοῖς ὀφ θαλμοῖς καὶ τῷ στόματι καὶ τῇ καρδίᾳ. Καὶ κατ' ὀλίγον ἥ τε γλῶσσα τῷ πυρετῷ καταφρυγεῖσα οὐκέτι διήρθρου τὸν λόγον καὶ ἡ φωνὴ ὑπενεδίδου, καὶ ἐν μονῇ τῇ τῶν χειλέων διαστολῇ καὶ τῇ τῶν χειρῶν κινήσει τὸ ἐν προσευχῇ εἶναι αὐτὴν ἐγινώ σκομεν. Καὶ ἐν τούτοις τῆς ἑσπέρας ἐπιλαβούσης καὶ φωτὸς εἰσκομισθέντος ἀθρόον τὸν τῶν ὀμμάτων διαστείλασα κύκλον καὶ πρὸς τὴν αὐγὴν ἀπιδοῦσα ἔκδηλος μὲν ἦν καὶ φθέγξασθαι τὴν ἐπιλύχνιον εὐχαριστίαν προθυμουμένη· τῆς δὲ φωνῆς ἐπιλειπούσης διὰ τῆς καρδίας καὶ διὰ τῆς τῶν χειρῶν κινήσεως ἐπλήρου τὴν πρόθεσιν καὶ τὰ χείλη πρὸς τὴν ἔνδοθεν ὁρμὴν συνεκινεῖτο· ὡς δὲ ἐπλήρωσε τὴν εὐχαριστίαν καὶ ἡ χεὶρ ἐπαχθεῖσα διὰ τῆς σφραγῖδος τῷ προσώπῳ τὸ πέρας τῆς εὐχῆς διεσήμανε, μέγα τι καὶ βύθιον ἀναπνεύσασα τῇ προσευχῇ τὴν ζωὴν συγκατέληξεν. Ὡς δὲ ἦν τὸ λοιπὸν ἄπνους τε καὶ ἀκίνητος, μνησθεὶς τῶν ἐντολῶν, ἃς εὐθὺς παρὰ τὴν πρώτην συντυχίαν πε ποίητο εἰποῦσα βούλεσθαι τὰς ἐμὰς τοῖς ὀφθαλμοῖς αὐτῆς ἐπιβληθῆναι χεῖρας καὶ δι' ἐμοῦ τὴν νενομισμένην θερα πείαν ἐπαχθῆναι τῷ σώματι, ἐπήγαγον τῷ ἁγίῳ προσώπῳ νεναρκηκυῖαν ἐκ τοῦ πάθους τὴν χεῖρα, ὅσον μὴ δόξαι τῆς ἐντολῆς ἀμελεῖν· οὐδὲν γὰρ τῶν ἐπορθούντων οἱ ὀφθαλμοὶ προσεδέοντο, καθάπερ ἐπὶ τοῦ κατὰ φύσιν γίνεται ὕπνου, τοῖς βλεφάροις εὐκόσμως διειλημμένοι· τά τε χείλη προσφυῶς μεμυκότα καὶ αἱ χεῖρες εὐπρεπῶς ἐπανακλιθεῖσαι τῷ στήθει πᾶσά τε ἡ τοῦ σώματος θέσις αὐτομάτως κατὰ τὸ εὔσχημον ἁρμοσθεῖσα οὐδὲν τῆς τῶν κοσμούντων χειρὸς ἐπεδέετο.