Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Vita sanctae Macrinae
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
26.1
Ἐμοὶ δὲ διχόθεν ἐγίνετο πάρετος ἡ ψυχὴ καὶ οἷς τὸ φαι νόμενον ἔβλεπον καὶ οἷς τὴν ἀκοὴν διὰ τῆς γοερᾶς τῶν παρ θένων οἰμωγῆς περιηχούμην. Τέως μὲν γὰρ ἐν ἡσυχίᾳ διε καρτέρουν ἐκεῖναι, τῇ ψυχῇ τὴν ὀδύνην ἐγκατακλείουσαι, καὶ τὴν τῆς οἰμωγῆς ὁρμὴν τῷ πρὸς αὐτὴν φόβῳ κατέπνιγον, ὥσπερ δεδοικυῖαι καὶ σιωπῶντος ἤδη τοῦ προσώπου τὴν ἐπιτίμησιν, μή που παρὰ τὸ διατεταγμένον αὐταῖς φωνῆς τινος παρ' αὐτῶν ἐκραγείσης λυπηθείη πρὸς τὸ γινόμενον ἡ διδάσκαλος. Καὶ οἱονεὶ πυρός τινος ἔνδοθεν αὐτῶν τὰς ψυχὰς διασμύχοντος, ἐπεὶ οὐκέτι κατακρατεῖσθαι δι' ἡσυχίας τὸ πάθος ἠδύνατο, ἀθρόως πικρός τις καὶ ἄσχετος ἀναρρήγνυται ἦχος, ὥστε μοι μηκέτι μένειν ἐν τῷ καθεστηκότι τὸν λογισμόν, ἀλλὰ καθάπερ χειμάρρου τινὸς ἐπικλύσαντος ὑποβρύχιον παρενεχθῆναι τῷ πάθει καὶ τῶν ἐν χερσὶν ἀμελήσαντα ὅλον τῶν θρήνων εἶναι. Καί μοι δικαία πως ἐδόκει καὶ εὔλογος ἡ τοῦ πάθους ἀφορμὴ ταῖς παρθένοις εἶναι. Οὐ γὰρ συνηθείας τινὸς ἢ τῆς κατὰ σάρκα κηδεμονίας τὴν στέρησιν ἀπωδύροντο οὐδ' ἄλλο τι τοιοῦτον οὐδέν, ἐφ' ᾧ πρὸς τὰς συμφορὰς δυσανασχετοῦσιν οἱ ἄνθρωποι, ἀλλ' ὡς τῆς κατὰ θεὸν ἐλπίδος αὐτῆς καὶ τῆς τῶν ψυχῶν σωτηρίας ἀποσχισθεῖσαι ταῦτα ἐβόων καὶ ταῦτα ἐν τοῖς θρήνοις ἀπωλοφύροντο. «Ἐσβέσθη, λέγουσαι, τῶν ὀφθαλμῶν ἡμῶν ὁ λύχνος· ἀπήρθη τὸ φῶς τῆς τῶν ψυχῶν ὁδηγίας· διελύθη τῆς ζωῆς ἡμῶν ἡ ἀσφάλεια· ἤρθη ἡ σφραγὶς τῆς ἀφθαρσίας· διεσπάσθη ὁ σύνδεσμος τῆς ὁμοφροσύνης, συνετρίβη τὸ στήριγμα τῶν ἀτονούντων, ἀφῃρέθη ἡ θεραπεία τῶν ἀσθενούντων. Ἐπὶ σοῦ ἡμῖν καὶ ἡ νὺξ ἀντὶ ἡμέρας ἦν καθαρᾷ ζωῇ φωτιζομένη· νῦν δὲ καὶ ἡ ἡμέρα πρὸς ζόφον μεταστραφήσεται». Χαλε πώτερον δὲ παρὰ τὰς ἄλλας τὸ πάθος ἐξέκαιον αἱ μητέρα αὐτὴν καὶ τροφὸν ἀνακαλοῦσαι. Ἦσαν δὲ αὗται, ἃς ἐν τῷ τῆς σιτοδείας καιρῷ κατὰ τὰς ὁδοὺς ἐρριμμένας ἀνελο μένη ἐτιθηνήσατό τε καὶ ἀνεθρέψατο καὶ πρὸς τὸν καθαρόν τε καὶ ἄφθορον βίον ἐχειραγώγησεν.

Intertext edge

Open linked passage

Note