Vita sanctae Macrinae
Gregory of Nyssa (gregory-of-nyssa)Life Macrina 29 · pg-scrape-grcMore by Gregory of Nyssa (gregory-of-nyssa)
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)">
—
⋯
Original / primary: Pg Scrape Grc
29.1
Καὶ ἦν τις προτεταγμένη τοῦ χοροῦ τῆς παρθενίας ἐν τῷ τῆς διακονίας βαθμῷ, Λαμπάδιον ὄνομα αὐτῇ· ἣ ἀκριβῶς ἔφη γινώσκειν περὶ τῶν κατὰ τὴν ταφὴν δεδογμένων ἐκείνῃ. Ἐπεὶ δὲ ἠρόμην αὐτὴν περὶ τούτων (παροῦσα γὰρ ἔτυχε τῇ βουλεύσει), ἔφη μετὰ δακρύων ταῦτα λέγουσα· «Τῇ ἁγίᾳ κόσμος ὁ καθαρὸς βίος διεσπου δάσθη· τοῦτο καὶ τῆς ζωῆς ἐγκαλλώπισμα καὶ τοῦ θανάτου ἐντάφιον ἐκείνῃ ἐστί· τὰ δ' ὅσα πρὸς καλλωπισμὸν σώ ματος βλέπει, οὔτε ἐν τῷ τῆς ζωῆς χρόνῳ προσήκατο οὔτε εἰς τὴν παροῦσαν χρῆσιν ἐταμιεύσατο, ὥστε οὐδὲ βουλομέ νοις ἡμῖν ἔσται τι πλέον τῆς εἰς αὐτὸ τοῦτο παρασκευῆς παρούσης»–» Καὶ οὐκ ἔστιν ἐν τοῖς ἀποκειμένοις εὑρεῖν, ἔφην ἐγώ, τῶν ἐπικοσμῆσαί τι δυναμένων τὴν ἐκφοράν;»– «Ποίοις, εἶπεν, ἀποκειμένοις; ἐν χερσὶν ἔχεις πᾶν τὸ ἀπό θετον· ἰδοὺ τὸ ἱμάτιον, ἰδοὺ τῆς κεφαλῆς ἡ καλύπτρα, τὰ τετριμμένα τῶν ποδῶν ὑποδήματα· οὗτος ὁ πλοῦτος, αὕτη ἡ περιουσία. Οὐδὲν παρὰ τὸ φαινόμενον ἐν ἀποκρύ φοις ἀπόκειται κιβωτοῖς τισιν ἢ θαλάμοις ἠσφαλισμένον. Μίαν ἀποθήκην ᾔδει τοῦ ἰδίου πλούτου, τὸν θησαυρὸν τὸν οὐράνιον· ἐκεῖ πάντα ἀποθεμένη οὐδὲν ἐπὶ τῆς γῆς ὑπε λείπετο».–» Τί οὖν, ἔφην πρὸς αὐτὴν ἐγώ, εἰ τῶν ἐμοί τι πρὸς τὴν ταφὴν ἡτοιμασμένων προσαγάγοιμι μή τι τῶν ἀβου λήτων αὐτῇ διὰ τούτου γενήσεται;» Οὐκ οἴεσθαι ἔφη τοῦτο παρὰ γνώμην εἶναι αὐτῇ· προσέσθαι γὰρ ἂν αὐτὴν καὶ ζῶσαν τὴν τοιαύτην παρὰ σοῦ τιμὴν κατ' ἀμφότερα, διά τε τὴν ἱερωσύνην τὴν ἀεὶ τιμίαν αὐτῇ καὶ διὰ τὴν κοινω νίαν τῆς φύσεως· μηδὲ γὰρ ἂν ἀλλότριον ἑαυτῆς τὸ τοῦ ἀδελφοῦ νομίσαι. Διὰ τοῦτο καὶ ταῖς σαῖς χερσὶ περι κοσμηθῆναι τὸ σῶμα διεκελεύσατο.