Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Vita sanctae Macrinae
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
2.1
Μακρίνα ἦν ὄνομα τῇ παρθένῳ, εὐδόκιμος δέ τις πάλαι κατὰ τὸ γένος ἦν ἡ Μακρίνα, μήτηρ τοῦ πατρὸς ἡμῶν γεγενημένη, ταῖς ὑπὲρ Χριστοῦ ὁμολογίαις τῷ και ρῷ τῶν διωγμῶν ἐναθλήσασα, ᾗ ἐπωνομάσθη παρὰ τῶν γονέων ἡ παῖς. Ἀλλὰ τοῦτο μὲν ἦν ἐν φανερῷ τὸ ὄνομα τὸ παρὰ τῶν γινωσκόντων ὀνομαζόμενον, ἕτερον δὲ κατὰ τὸ λεληθὸς αὐτῇ ἐπεκέκλητο, ὃ πρὶν παρελθεῖν διὰ τῶν ὠδίνων εἰς φῶς ἔκ τινος ἐπιφανείας ἐπωνομάσθη. Ἦν γὰρ δὴ τοιαύτη κατ' ἀρετὴν καὶ ἡ μήτηρ ὡς πανταχοῦ τῷ θείῳ βουλήματι χειραγωγεῖσθαι, διαφερόντως δὲ τὴν καθαράν τε καὶ ἀκηλί δωτον τοῦ βίου διαγωγὴν ἀσπασαμένη, ὡς μηδὲ τὸν γάμον ἑκουσίως ἑλέσθαι. Ἀλλ' ἐπειδὴ ὀρφανὴ μὲν ἐξ ἀμφοτέ ρων ἦν, ὑπερήνθει δὲ τῇ ὥρᾳ τοῦ σώματος καὶ πολλοὺς ἡ φήμη τῆς εὐμορφίας πρὸς τὴν μνηστείαν συνήγειρε, κίνδυνος δὲ ἦν, εἰ μὴ κατὰ τὸ ἑκούσιόν τινι συναρ μοσθείη, παθεῖν τι τῶν ἀβουλήτων ἐξ ἐπηρείας, πρὸς ἁρπαγὰς παρεσκευασμένων τῶν ἐπιμεμηνότων τῷ κάλλει· διὰ τοῦτο ἑλομένη τὸν ἐπὶ σεμνότητι βίου γνωριζόμενόν τε καὶ μαρτυρούμενον, ὥστε φύλακα κτήσασθαι τῆς ἰδίας ζωῆς, εὐθὺς ἐν ταῖς πρώταις ὠδῖσι ταύτης γίνεται μήτηρ. Καὶ ἐπειδὴ παρῆν ὁ καιρός, καθ' ὃν ἔδει λυθῆναι τὴν ὠδῖνα τῷ τόκῳ, εἰς ὕπνον καταπεσοῦσα φέρειν ἐδόκει διὰ χειρὸς τὸ ἔτι ὑπὸ τῶν σπλάγχνων περιεχόμενον καί τινα ἐν εἴδει καὶ σχήματι μεγαλοπρεπεστέρῳ ἢ κατὰ ἄνθρωπον ἐπι φανέντα προσειπεῖν τὴν βασταζομένην ἐκ τοῦ ὀνόματος Θέκλης, ἐκείνης Θέκλης, ἧς πολὺς ἐν ταῖς παρθένοις ὁ λόγος. Ποιήσαντα δὲ τοῦτο εἰς τρὶς μεταστῆναι τῶν ὄψεων καὶ δοῦναι τῇ ὠδῖνι τὴν εὐκολίαν, ὡς ὁμοῦ τε τοῦ ὕπνου αὐτὴν διαναστῆναι καὶ τὸ ἐνύπνιον ὕπαρ ἰδεῖν. Τὸ μὲν οὖν ὄνομα τὸ κεκρυμμένον ἐκεῖνο ἦν. Δοκεῖ δέ μοι μὴ τοσοῦτον πρὸς τὴν ὀνοματικὴν κλῆσιν ὁδηγῶν τὴν γειναμένην ὁ ἐπιφανεὶς τοῦτο προσφθέγξασθαι, ἀλλὰ τὸν βίον προειπεῖν τῆς νέας καὶ τὴν τῆς προαιρέσεως ὁμοιότητα διὰ τῆς ὁμωνυμίας ἐνδείξασθαι.

Intertext edge

Open linked passage

Note