Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Vita sanctae Macrinae
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
31.1
Ὡς δὲ καὶ περικαλυφθῆναι τῇ ἐσθῆτι τὸ καθαρὸν σῶμα καιρὸς ἦν κἀμοὶ τὴν διακονίαν ταύτην ἡ ἐντολὴ τῆς μεγάλης ἀναγκαίαν ἐποίει, παροῦσα τῷ ἔργῳ καὶ συνεφαπτομένη ἡ τῆς μεγάλης ἐκείνης κληρονομίας ἡμῖν κοινωνήσασα· «Μὴ παραδράμῃς, φησίν, ἀνιστόρητον τὸ μέγιστον τῶν ὑπὸ τῆς ἁγίας ταύτης κατορθωθέντων θαυμάτων.»–» Τί τοῦτο;» ἔφην ἐγώ. Ἡ δὲ μέρος τι τοῦ στήθους παραγυμνώσασα· «Ὁρᾷς, ἔφη, τὸ λεπτὸν τοῦτο καὶ ἀφανὲς ὑπὸ τὴν δέρριν σημεῖον; στίγματι προσέοικε διὰ λεπτῆς ῥαφίδος ἐγγενομένῳ.» Καὶ ἅμα τὸν λύχνον ἐγγύτερον ἐποίει τοῦ δεικνυμένου μοι τόπου. «Τί οὖν, εἶπον, θαυμαστόν, εἰ ἀφανεῖ τινι σημείῳ τὸ σῶμα κατὰ τοῦτο τὸ μέρος ἔστι κται;»–» Τοῦτο, φησί, τῆς μεγάλης τοῦ θεοῦ βοηθείας μνημόσυνον τῷ σώματι λείπεται. Ἐπειδὴ γὰρ ἔφυ ποτέ τι κατὰ τὸ μέρος τοῦτο πάθος ἀνιαρὸν καὶ κίνδυνος ἦν ἢ ἀνατμη θῆναι τὸν ὄγκον ἢ πάντῃ καὶ πάντως εἰς ἀνήκεστον προελ θεῖν τὸ κακόν, εἰ τοῖς κατὰ τὴν καρδίαν τόποις πελάσειεν, ἐδέετο μὲν ἡ μήτηρ, φησί, πολλὰ καὶ ἱκέτευε παραδέξασθαι τοῦ ἰατροῦ τὴν ἐπιμέλειαν, ὡς καὶ ταύτης ἐκ θεοῦ τῆς τέχνης ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων καταδειχθείσης. Ἡ δὲ τὸ γυμνῶσαί τι τοῦ σώματος ὀφθαλμοῖς ἀλλοτρίοις τοῦ πάθους χαλεπώτερον κρίνασα, ἑσπέρας καταλαβούσης, ἐπειδὴ τῇ μητρὶ τὴν συνήθη διὰ τῶν χειρῶν ὑπηρεσίαν ἐπλήρωσεν, ἐντὸς γενομένη τοῦ παναγιαστηρίου παν νύχιον προσπίπτει τῷ θεῷ τῶν ἰάσεων καὶ τὸ ἀπορρυὲν τῶν ὀφθαλμῶν ὕδωρ πρὸς τὴν γῆν ἀναχέασα τῷ ἐκ τῶν δακρύων πηλῷ φαρμάκῳ πρὸς τὸ πάθος ἐχρήσατο· τῆς δὲ μητρὸς ἀθύμως διακειμένης καὶ πάλιν ἐνδοῦναι τῷ ἰατρῷ παρακαλούσης ἀρκεῖν ἔλεγε πρὸς θεραπείαν ἑαυτῇ τοῦ κακοῦ, εἰ τῇ ἰδίᾳ χειρὶ ἡ μήτηρ ἐπιβάλοι τῷ τόπῳ τὴν ἁγίαν σφραγῖδα. Ὡς δὲ ἐντὸς ἐποιήσατο τοῦ κόλπου τὴν χεῖρα ἡ μήτηρ, ἐφ' ᾧ τε περισφραγίσαι τὸ μέρος, ἡ μὲν σφραγὶς ἐνήργει, τὸ δὲ πάθος οὐκ ἦν. Ἀλλὰ τοῦτο, φησί, τὸ βραχὺ σημεῖον καὶ τότε ἀντὶ τοῦ φρικτοῦ ἑωράθη ὄγκου καὶ μέχρι τέλους παρέμεινεν, ὡς ἄν, οἶμαι, τῆς θείας ἐπισκέψεως μνημόσυνον εἴη πρὸς ἀφορμὴν καὶ ὑπόθεσιν τῆς διηνεκοῦς πρὸς τὸν θεὸν εὐχαριστίας.»

Intertext edge

Open linked passage

Note