Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Vita sanctae Macrinae
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
4.1
Τούτοις συναυξανομένη καὶ τοῖς τοιούτοις ἐπιτηδεύ μασι καὶ τὴν χεῖρα πρὸς τὴν ἐριουργίαν διαφερόντως ἀσκήσασα πρόεισιν εἰς δωδέκατον ἔτος, ἐν ᾧ μάλιστα τὸ τῆς νεότητος ἄνθος ἐκλάμπειν ἄρχεται. Ἔνθα δὴ καὶ θαυμάζειν ἄξιον, ὅπως οὐδὲ κεκρυμμένον τῆς νέας τὸ κάλλος ἐλάν θανεν οὐδέ τι κατὰ τὴν πατρίδα πᾶσαν ἐκείνην τοιοῦτον θαῦμα ἐδόκει οἷον ἐν συγκρίσει τοῦ κάλλους ἐκείνου καὶ τῆς εὐμορφίας εἶναι, ὡς μηδὲ ζωγράφων χεῖρας ἐφικέσθαι δυνηθῆναι τῆς ὥρας· ἀλλὰ τὴν πάντα μηχανωμένην τέχνην καὶ τοῖς μεγίστοις ἐπιτολμῶσαν, ὡς καὶ αὐτῶν τῶν στοιχείων τὰς εἰκόνας διὰ τῆς μιμήσεως ἀνατυποῦσθαι, τὴν τῆς μορφῆς ἐκείνης εὐκληρίαν μὴ ἰσχῦσαι δι' ἀκριβείας μιμήσασθαι. Τούτου χάριν πολὺς ἑσμὸς τῶν μνηστευόντων τὸν γάμον αὐτῆς τοῖς γονεῦσι περιεχεῖτο. Ὁ δὲ πατὴρ (ἦν γὰρ δὴ σώφρων καὶ κρίνειν τὸ καλὸν ἐπεσκεμμένος) εὐδόκιμόν τινα τῶν ἐκ τοῦ γένους, γνώριμον ἐπὶ σωφροσύνῃ, ἄρτι τῶν παιδευτηρίων ἐπανήκοντα τῶν λοιπῶν ἀποκρίνας ἐκείνῳ κατεγγυᾶν ἐγνώκει τὴν παῖδα, εἴπερ εἰς ἡλικίαν ἔλθοι. Ἐν τούτῳ δὲ ὁ μὲν ἐν ἐλπίσιν ἦν ταῖς χρηστοτέραις καὶ καθάπερ τι τῶν κεχαρισμένων ἕδνων τὴν διὰ τῶν λό γων εὐδοκίμησιν προσῆγε τῷ πατρὶ τῆς νέας, ἐν τοῖς ὑπὲρ τῶν ἀδικουμένων ἀγῶσι τὴν τῶν λόγων ἐπιδεικνύ μενος δύναμιν. Ὁ δὲ φθόνος ἐπικόπτει τὰς χρηστοτέρας ἐλπίδας ἀναρπάσας αὐτὸν ἐκ τῆς ζωῆς ἐν ἐλεεινῇ τῇ νεότητι.

Intertext edge

Open linked passage

Note