Vita sanctae Macrinae
Gregory of Nyssa (gregory-of-nyssa)Life Macrina 11 · textus-receptusMore by Gregory of Nyssa (gregory-of-nyssa)
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)">
—
⋯
Original / primary: Textus receptus
11.1
Ἐν τούτῳ διεφάνη τῆς μεγάλης Μακρίνης ἡ ἀρετή, ὅπως τῷ πάθει τὸν λογισμὸν ἀντιστήσασα ἑαυτήν τε ἄπτωτον διεφύλαξε καὶ τῆς μητρικῆς ἀσθενείας ἔρεισμα γενομένη πάλιν ἐκ τοῦ βυθοῦ τῆς λύπης αὐτὴν ἀνιμήσατο, τῷ καθ' ἑαυτὴν στερρῷ τε καὶ ἀνενδότῳ καὶ τὴν τῆς μητρὸς ψυχὴν πρὸς ἀνδρείαν παιδοτριβήσασα. Οὐκοῦν οὐ παρεσύρη πρὸς τὸ πάθος ἡ μήτηρ οὐδὲ ἔπαθε δυσγενές τι καὶ γυναικεῖον, ὥστε βοῆσαι πρὸς τὸ κακὸν ἢ περιρρήξασθαι τὸ ἱμάτιον ἢ ἐπικωκῦσαι τῷ πάθει ἢ ταῖς γοεραῖς μελῳδίαις ἀνακινῆσαι τοὺς θρήνους. Ἀλλὰ ἡσυχῆ διεκαρτέρει τὰς τῆς φύσεως προσβολὰς ἀπωθουμένη λογισμοῖς τοῖς τε ἰδίοις καὶ τοῖς παρὰ τῆς θυγατρὸς αὐτῇ πρὸς τὴν τοῦ κακοῦ θεραπείαν προσαγομένοις. Τότε γὰρ δὴ μάλιστα ἡ ὑψηλή τε καὶ ἐπηρμένη τῆς παρθένου ψυχὴ διεφάνη, ὅτι καὶ ἐν ἐκείνῃ ἡ μὲν φύσις τὸ ἴδιον ἔπασχεν: ἀδελφὸς γὰρ ἦν καὶ ἀδελφῶν ὁ κεχαρισμένος ὁ τῷ τοιούτῳ τρόπῳ τοῦ θανάτου ἀναρπασθείς: ὅμως ὑψηλοτέρα γενομένη τῆς φύσεως συνεπῆρε τοῖς ἰδίοις λογισμοῖς τὴν μητέρα καὶ ὑπεράνω τοῦ πάθους ἔστησε, τῷ καθ' ἑαυτὴν ὑποδείγματι πρὸς ὑπομονήν τε καὶ ἀνδρείαν παιδαγωγήσασα. Ἄλλως δὲ καὶ ὁ βίος αὐτῆς ἀεὶ δι' ἀρετῆς ὑψούμενος οὐ παρεῖχε τῇ μητρὶ καιρὸν ἐπὶ τῷ λείποντι δυσχεραίνειν μᾶλλον ἢ τῷ ὁρωμένῳ ἀγαθῷ ἐπαγάλλεσθαι.