Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Vita sanctae Macrinae
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)"> —
⋯
More
Original / primary: Textus receptus
16.1
Ἔνατος ἦν μετὰ τὸ πάθος τοῦτο μὴν ἢ μικρὸν ὑπὲρ τοῦτο καὶ σύνοδος ἐπισκόπων κατὰ τὴν Ἀντιόχου πόλιν ἠθροίζετο, ἧς καὶ ἡμεῖς μετέσχομεν. Καὶ ἐπειδὴ πάλιν πρὸς τὴν ἑαυτοῦ ἕκαστος ἀπελύθημεν, πρὶν τὸν ἐνιαυτὸν παρελθεῖν, ἐνθύμιον ἐμοὶ τῷ Γρηγορίῳ γίνεται πρὸς αὐτὴν διαβῆναι. Πολὺς γὰρ ἦν ὁ διὰ μέσου χρόνος, ἐν ᾧ τὰς ἐπισκέψεις αἱ τῶν πειρασμῶν περιστάσεις ἐκώλυσαν, ἃς ὑπέμενον πανταχοῦ τῆς πατρίδος ὑπὸ τῶν τῆς αἱρέσεως ἐπιστατούντων ἐξελαυνόμενος. Καὶ ἀριθμοῦντί μοι τὸν διὰ μέσου χρόνον, ἐν ᾧ τὴν κατ' ὀφθαλμοὺς συντυχίαν οἱ πειρασμοὶ διεκώλυσαν, οὐκ ὀλίγον ἐφαίνετο τὸ διάστημα ὀκτὼ μικροῦ δεῖν παραμετρούμενον ἔτεσιν. Ἐπειδὴ τοίνυν τὸ πολὺ τῆς ὁδοῦ διανύσας μιᾶς ἡμέρας ἀπεῖχον ὁδόν, ὄψις τις ἡμῖν ἐξ ἐνυπνίου φανεῖσα φοβερὰς ἐποίει τὰς ἐλπίδας τοῦ μέλλοντος. Ἐδόκουν γὰρ λείψανα μαρτύρων διὰ χειρὸς φέρειν, εἶναι δὲ ἀπ' αὐτῶν αὐγὴν οἵα ἐκ καθαροῦ γίνεται κατόπτρου, ὅταν πρὸς τὸν ἥλιον τεθῇ ἀντιπρόσωπον, ὥστε μοι τὰς ὄψεις πρὸς τὴν μαρμαρυγὴν τῆς λαμπηδόνος ἀμβλύνεσθαι. Καὶ τῆς αὐτῆς μοι νυκτὸς εἰς τρὶς γενομένης τῆς τοιαύτης ὄψεως συμβαλεῖν μὲν οὐκ εἶχον καθαρῶς τοῦ ἐνυπνίου τὸ αἴνιγμα, λύπην δέ τινα τῇ ψυχῇ προεώρων καὶ ἐπετήρουν τῇ ἐκβάσει κρῖναι τὴν φαντασίαν. Καὶ δὴ γενόμενος πλησίον τῆς ἐσχατιᾶς, ἐν ᾗ διῆγεν ἐκείνη τὴν ἀγγελικήν τε καὶ ἐπουράνιον κατορθοῦσα ζωήν, ἠρόμην τῶν ἐπιτηδείων τινὰ περὶ τοῦ ἀδελφοῦ πρῶτον, εἰ παρὼν εἴη: φήσαντος δὲ πρὸς ἡμᾶς αὐτὸν ἐξωρμηκέναι καὶ τετάρτην ἡμέραν ἄγειν, συνεὶς ὅπερ ἦν, ὅτι δι' ἑτέρας ὁδοῦ γέγονεν αὐτῷ πρὸς ἡμᾶς ἡ ὁρμή, τότε καὶ περὶ τῆς μεγάλης ἐπυνθανόμην: τοῦ δὲ φήσαντος ἐν ἀρρωστίᾳ γεγενῆσθαί τινι σπουδαιότερον εἰχόμην ἐν ἐπείξει τὸ λειπόμενον τῆς ὁδοῦ διανύων: καὶ γάρ μέ τις καὶ φόβος μηνυτὴς τοῦ μέλλοντος ὑποδραμὼν διετάρασσεν.

Intertext edge

Open linked passage

Note