Vita sanctae Macrinae
Gregory of Nyssa (gregory-of-nyssa)Life Macrina 19 · textus-receptusMore by Gregory of Nyssa (gregory-of-nyssa)
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)">
—
⋯
Original / primary: Textus receptus
19.1
Ἐπεὶ δὲ πάλιν ἐν ὀφθαλμοῖς ἦμεν αὐτῆς, οὐ γὰρ εἴα τὴν εὔσχολον ὥραν ἐφ' ἑαυτῶν διάγειν, ἀναλαβοῦσα τῶν ἐκ νεότητος αὐτῇ βεβιωμένων τὴν μνήμην καθάπερ ἐπὶ συγγραφῆς πάντα κατεξῆς διεξήρχετο καὶ ὅσα τῆς τῶν πατέρων ζωῆς διὰ μνήμης εἶχε καὶ τὰ πρὸ τῆς ἐμῆς γενέσεως καὶ τὸν μετὰ ταῦτα βίον: σκοπὸς δὲ αὐτῇ τοῦ διηγήματος ἦν ἡ πρὸς τὸν θεὸν εὐχαριστία. Τῶν τε γὰρ γονέων ἀπεδείκνυ τὸν βίον οὐ τοσοῦτον ἐκ περιουσίας λαμπρὸν τοῖς τότε καὶ περίβλεπτον ὄντα, ὅσον ἐκ θείας φιλανθρωπίας ἐπαυξηθέντα, τῶν μὲν τοῦ πατρὸς γονέων διὰ τὴν εἰς Χριστὸν ὁμολογίαν δεδημευμένων, τοῦ δὲ κατὰ μητέρα προπάτορος ἐκ βασιλικῆς ἀγανακτήσεως ἀνῃρημένου καὶ πάντων τῶν προσόντων εἰς ἑτέρους μετακεχωρηκότων δεσπότας: καὶ ὅμως εἰς τοσοῦτον αὐτοῖς διὰ πίστεως τὴν ζωὴν αὐξηθῆναι, ὡς μὴ εἶναι τὸν ὑπὲρ αὐτοὺς ἐν τοῖς τότε χρόνοις ὀνομαζόμενον: πάλιν δὲ τῆς περιουσίας αὐτῶν κατὰ τὸν ἀριθμὸν τῶν τέκνων ἐννεαχῇ διατμηθείσης, οὕτως ἑκάστῳ δι' εὐλογίας πληθυνθῆναι τὴν μοῖραν, ὡς ὑπὲρ τὴν τῶν γονέων εὐκληρίαν τὴν ἑκάστου τῶν τέκνων εἶναι ζωήν. Αὐτῆς δὲ ἐκείνης τῶν μὲν ἐπονομασθέντων αὐτῇ κατὰ τὴν πρὸς τοὺς ἀδελφοὺς ἰσομοιρίαν ὑπολειφθῆναι μηδέν, ἀλλὰ πάντα ταῖς χερσὶ τοῦ ἱερέως κατὰ τὴν θείαν ἐντολὴν οἰκονομηθῆναι: τὸν δὲ βίον αὐτῇ τοιοῦτον ἐκ τῆς τοῦ θεοῦ χορηγίας γενέσθαι, ὡς μηδέποτε λῆξαι τὰς χεῖρας εἰς ἐντολὴν ἐνεργούσας μηδὲ πρὸς ἄνθρωπον ἀποβλέψαι ποτὲ μηδὲ διά τινος ἀνθρωπίνης εὐεργεσίας γενέσθαι αὐτῇ τὰς πρὸς τὴν εὐσχήμονα διαγωγὴν ἀφορμάς, ἀλλὰ μήτε τοὺς αἰτοῦντας ἀποστραφῆναι μήτε τοὺς διδόντας ἐπιζητῆσαι, λεληθότως τοῦ θεοῦ καθάπερ τινὰ σπέρματα τὰς βραχείας ἐκ τῶν ἔργων ἀφορμὰς εἰς πολύχουν καρπὸν ταῖς εὐλογίαις ἐπαύξοντος. Ἐμοῦ δὲ τοὺς ἰδίους πόνους ἐν οἷς ἤμην διεξιόντος, πρότερον μὲν τοῦ βασιλέως Οὐαλέντος διὰ τὴν πίστιν ἐλαύνοντος, μετὰ ταῦτα δὲ τῆς ἐν ταῖς ἐκκλησίαις συγχύσεως πρὸς ἄθλους ἡμᾶς καὶ καμάτους ἐκκαλουμένης:« Οὐ παύσῃ, φησίν, ἀγνωμόνως ἐπὶ τοῖς θείοις ἀγαθοῖς διακείμενος; οὐ θεραπεύσεις τῆς ψυχῆς τὸ ἀχάριστον; οὐκ ἀντιπαραθήσεις τοῖς τῶν πατέρων τὰ σά; καίτοι γε κατὰ τὸν κόσμον τοῦτον ἐν τούτῳ δὴ μάλιστα μεγαλαυχοῦμεν, ἐν τῷ εὖ γεγονέναι καὶ ἀπὸ εὐγενῶν φῦναι δοκεῖν. Πολύς, φησί, κατὰ τὴν παίδευσιν ἐν τοῖς τότε χρόνοις ὁ πατὴρ ἐνομίζετο, ἀλλὰ μέχρι τῶν ἐγχωρίων δικαστηρίων ἡ κατ' αὐτὸν ἵστατο δόξα. Μετὰ ταῦτα δὲ τῶν λοιπῶν διὰ τῆς σοφιστικῆς αὐτοῦ καθηγουμένου οὐκ ἐξῆλθε τὸν Πόντον ἡ φήμη, ἀλλ' ἀγαπητὸν ἦν ἐκείνῳ τὸ ἐν τῇ πατρίδι περίβλεπτον. Σὺ δέ, φησί, πόλεσι καὶ δήμοις καὶ ἔθνεσιν ὀνομαστὸς εἶ καὶ σὲ πρὸς συμμαχίαν τε καὶ διόρθωσιν ἐκκλησίαι πέμπουσι καὶ ἐκκλησίαι καλοῦσι, καὶ οὐχ ὁρᾷς τὴν χάριν; οὐδὲ ἐπιγινώσκεις τῶν τηλικούτων ἀγαθῶν τὴν αἰτίαν, ὅτι σε τῶν γονέων αἱ εὐχαὶ πρὸς ὕψος αἴρουσιν, οὐδεμίαν ἢ ὀλίγην οἴκοθεν ἔχοντα πρὸς τοῦτο παρασκευήν;» Ταῦτα διεξιούσης ἐγὼ μὲν παρατείνεσθαι πλέον τὸ ἡμερήσιον ἐπόθουν μέτρον, ὡς ἂν μὴ λήξειε καταγλυκαίνουσα ἡμῶν τὴν ἀκοήν: ἀλλ' ἡ φωνὴ τῶν ψαλλόντων πρὸς τὰς ἐπιλυχνίους εὐχαριστίας ἐξεκαλεῖτο, κἀμὲ πρὸς τὴν ἐκκλησίαν ἐκπέμψασα πάλιν ἡ μεγάλη διὰ τῶν προσευχῶν πρὸς τὸν θεὸν ἀνεχώρει. Καὶ ἡ μὲν νὺξ ἐν τούτοις ἦν.