Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Vita sanctae Macrinae
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)"> —
⋯
More
Original / primary: Textus receptus
25.1
Ἐπεὶ δὲ τοῦτο ἐδέδοκτο καὶ ἔδει περισταλῆναι ταῖς ὀθόναις τὸ ἱερὸν σῶμα ἐκεῖνο, διελομένοι τὴν σπουδὴν ἄλλος ἄλλο τι περὶ αὐτὴν ἐπονοῦμεν. Καὶ ἐγὼ μὲν τὴν ἐσθῆτα τῶν ἐμῶν τινι προσαγαγεῖν ἐνεκελευσάμην, ἡ δὲ μνημονευθεῖσα Οὐετιανὴ τὴν ἁγίαν ἐκείνην κεφαλὴν ταῖς ἰδίαις χερσὶ κατακοσμοῦσα, ἐπειδὴ κατὰ τὸν αὐχένα τὴν χεῖρα ἤνεγκεν:« Ἰδού, φησί, πρὸς ἐμὲ βλέψασα, οἷος περιδέραιος κόσμος τῆς ἁγίας ἐξήρτηται.» Καὶ ἅμα τοῦτο λέγουσα ἐκλύσασα τὸν δεσμὸν ἐκ τοῦ κατόπιν προέτεινε τὴν χεῖρα καὶ δείκνυσί μοι σιδήρεον τοῦ σταυροῦ τύπον καὶ δακτύλιόν τινα τῆς αὐτῆς ὕλης, ἅπερ ἀμφότερα λεπτῆς ὁρμιᾶς ἐξημμένα ἐπὶ τῆς καρδίας διὰ παντὸς ἦν. Καὶ ἐγὼ εἶπον:« Κοινὸν γενέσθω τὸ κτῆμα. Καὶ σὺ μὲν ἔχε τὸ τοῦ σταυροῦ φυλακτήριον: ἐμοὶ δὲ ἀρκέσει ἡ τοῦ δακτυλίου κληρονομία.» Καὶ γὰρ καὶ ἐπὶ τῆς τούτου σφραγῖδος ὁ σταυρὸς ἐγκεχάρακτο: ᾧ ἐνατενίσασά φησι πάλιν πρὸς ἐμὲ ἡ γυνή:« Οὐκ ἀπὸ σκοποῦ σοι γέγονεν ἡ ἐκλογὴ τοῦδε τοῦ κτήματος. Κοῖλος γὰρ κατὰ τὴν σφενδόνην ἐστὶν ὁ δακτύλιος καὶ ἐν αὐτῷ ἐν τοῦ ξύλου τῆς ζωῆς κατακέκρυπται: καὶ οὕτως ἄνωθεν ἡ σφραγὶς τῷ ἰδίῳ τύπῳ μηνύει τὸ ὑποκείμενον.» Ὡς δὲ καὶ περικαλυφθῆναι τῇ ἐσθῆτι τὸ καθαρὸν σῶμα καιρὸς ἦν κἀμοὶ τὴν διακονίαν ταύτην ἡ ἐντολὴ τῆς μεγάλης ἀναγκαίαν ἐποίει, παροῦσα τῷ ἔργῳ καὶ συνεφαπτομένη ἡ τῆς μεγάλης ἐκείνης κληρονομίας ἡμῖν κοινωνήσασα:« Μὴ παραδράμῃς, φησίν, ἀνιστόρητον τὸ μέγιστον τῶν ὑπὸ τῆς ἁγίας ταύτης κατορθωθέντων θαυμάτων.»_« Τί τοῦτο;» ἔφην ἐγώ. Ἡ δὲ μέρος τι τοῦ στήθους παραγυμνώσασα:« Ὁρᾷς, ἔφη, τὸ λεπτὸν τοῦτο καὶ ἀφανὲς ὑπὸ τὴν δέρριν σημεῖον; στίγματι προσέοικε διὰ λεπτῆς ῥαφίδος ἐγγενομένῳ.» Καὶ ἅμα τὸν λύχνον ἐγγύτερον ἐποίει τοῦ δεικνυμένου μοι τόπου.« Τί οὖν, εἶπον, θαυμαστόν, εἰ ἀφανεῖ τινι σημείῳ τὸ σῶμα κατὰ τοῦτο τὸ μέρος ἔστικται;»_« Τοῦτο, φησί, τῆς μεγάλης τοῦ θεοῦ βοηθείας μνημόσυνον τῷ σώματι λείπεται. Ἐπειδὴ γὰρ ἔφυ ποτέ τι κατὰ τὸ μέρος τοῦτο πάθος ἀνιαρὸν καὶ κίνδυνος ἦν ἢ ἀνατμηθῆναι τὸν ὄγκον ἢ πάντῃ καὶ πάντως εἰς ἀνήκεστον προελθεῖν τὸ κακόν, εἰ τοῖς κατὰ τὴν καρδίαν τόποις πελάσειεν, ἐδέετο μὲν ἡ μήτηρ, φησί, πολλὰ καὶ ἱκέτευε παραδέξασθαι τοῦ ἰατροῦ τὴν ἐπιμέλειαν, ὡς καὶ ταύτης ἐκ θεοῦ τῆς τέχνης ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων καταδειχθείσης. Ἡ δὲ τὸ γυμνῶσαί τι τοῦ σώματος ὀφθαλμοῖς ἀλλοτρίοις τοῦ πάθους χαλεπώτερον κρίνασα, ἑσπέρας καταλαβούσης, ἐπειδὴ τῇ μητρὶ τὴν συνήθη διὰ τῶν χειρῶν ὑπηρεσίαν ἐπλήρωσεν, ἐντὸς γενομένη τοῦ παναγιαστηρίου παννύχιον προσπίπτει τῷ θεῷ τῶν ἰάσεων καὶ τὸ ἀπορρυὲν τῶν ὀφθαλμῶν ὕδωρ πρὸς τὴν γῆν ἀναχέασα τῷ ἐκ τῶν δακρύων πηλῷ φαρμάκῳ πρὸς τὸ πάθος ἐχρήσατο: τῆς δὲ μητρὸς ἀθύμως διακειμένης καὶ πάλιν ἐνδοῦναι τῷ ἰατρῷ παρακαλούσης ἀρκεῖν ἔλεγε πρὸς θεραπείαν ἑαυτῇ τοῦ κακοῦ, εἰ τῇ ἰδίᾳ χειρὶ ἡ μήτηρ ἐπιβάλοι τῷ τόπῳ τὴν ἁγίαν σφραγῖδα. Ὡς δὲ ἐντὸς ἐποιήσατο τοῦ κόλπου τὴν χεῖρα ἡ μήτηρ, ἐφ' ᾧ τε περισφραγίσαι τὸ μέρος, ἡ μὲν σφραγὶς ἐνήργει, τὸ δὲ πάθος οὐκ ἦν. Ἀλλὰ τοῦτο, φησί, τὸ βραχὺ σημεῖον καὶ τότε ἀντὶ τοῦ φρικτοῦ ἑωράθη ὄγκου καὶ μέχρι τέλους παρέμεινεν, ὡς ἄν, οἶμαι, τῆς θείας ἐπισκέψεως μνημόσυνον εἴη πρὸς ἀφορμὴν καὶ ὑπόθεσιν τῆς διηνεκοῦς πρὸς τὸν θεὸν εὐχαριστίας.» Ἐπεὶ δὲ πέρας εἶχεν ἡμῖν ἡ σπουδὴ καὶ ἐκ τῶν ἐνόντων περιεκοσμήθη τὸ σῶμα, πάλιν φησὶν ἡ διάκονος μὴ πρέπειν νυμφικῶς ἐσταλμένην αὐτὴν ἐν ὀφθαλμοῖς τῶν παρθένων ὁρᾶσθαι.« Ἀλλ' ἔστι μοι, φησί, τῆς μητρὸς τῆς ὑμετέρας τῶν φαιῶν πεφυλαγμένον ἱμάτιον, ὃ ἄνωθεν ἐπιβληθῆναι καλῶς ἔχειν φημί, ὡς ἂν μὴ τῷ ἐπεισάκτῳ διὰ τῆς ἐσθῆτος κόσμῳ τὸ ἱερὸν τοῦτο κάλλος λαμπρύνοιτο.» Ἐκράτει τὰ δεδογμένα καὶ τὸ ἱμάτιον ἐπεβλήθη: ἡ δὲ ἔλαμπε καὶ ἐν τῷ φαιῷ, τῆς θεῖας, οἶμαι, δυνάμεως καὶ ταύτην προσθείσης τὴν χάριν τῷ σώματι, ὥστε κατὰ τὴν τοῦ ἐνυπνίου ὄψιν ἀκριβῶς αὐγάς τινας ἐκ τοῦ κάλλους ἐκλάμπειν δοκεῖν.

Intertext edge

Open linked passage

Note