Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Vita sanctae Macrinae
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)"> —
⋯
More
Original / primary: Textus receptus
26.1
Ὡς δὲ ἡμεῖς ἐν τούτοις ἦμεν καὶ αἱ ψαλμῳδίαι τῶν παρθένων τοῖς θρήνοις καταμιχθεῖσαι περιήχουν τὸν τόπον, οὐκ οἶδ' ὅπως ἐν κύκλῳ πανταχόθεν ἀθρόως τῆς φήμης διαχεθείσης πάντες οἱ περιοικοῦντες ἐπὶ τὸ πάθος συνέρρεον, ὡς μηκέτι τὸ προαύλιον ἱκανὸν εἶναι χωρεῖν τοὺς συντρέχοντας. Τῆς οὖν παννυχίδος περὶ αὐτὴν ἐν ὑμνῳδίαις καθάπερ ἐπὶ μαρτύρων πανηγύρεως τελεσθείσης, ἐπειδὴ ὄρθρος ἐγένετο, τὸ μὲν πλῆθος τῶν ἐκ πάσης τῆς περιοικίδος συρρυέντων ἀνδρῶν ἅμα καὶ γυναικῶν ἐπεθορύβει ταῖς οἰμωγαῖς τὴν ψαλμῳδίαν: ἐγὼ δὲ καίτοι γε κακῶς τὴν ψυχὴν ὑπὸ τῆς συμφορᾶς διακείμενος ὅμως ἐκ τῶν ἐνόντων ἐπενόουν, ὡς ἦν δυνατόν, μηδὲν τῶν ἐπὶ τῇ τοιαύτῃ κηδείᾳ πρεπόντων παραλειφθῆναι, ἀλλὰ διαστήσας κατὰ γένος τὸν συρρυέντα λαὸν καὶ τὸ ἐν γυναιξὶ πλῆθος τῷ τῶν παρθένων συγκαταμίξας χορῷ, τὸν δὲ τῶν ἀνδρῶν δῆμον τῷ τῶν μοναζόντων τάγματι, μίαν ἐξ ἑκατέρων εὔρυθμόν τε καὶ ἐναρμόνιον καθάπερ ἐν χοροστασίᾳ τὴν ψαλμῳδίαν γίνεσθαι παρεσκεύασα διὰ τῆς κοινῆς πάντων συνῳδίας εὐκόσμως συγκεκραμένην. Ὡς δὲ προῄει κατ' ὀλίγον ἡ ἡμέρα καὶ ἐστενοχωρεῖτο πᾶς ὁ περὶ τὴν ἐσχατιὰν τόπος τῷ πλήθει τῶν συρρυέντων, παραστὰς ὁ τῶν τόπων ἐκείνων διὰ τῆς ἐπισκοπῆς προεστώς, Ἀράξιος ὄνομα αὐτῷ( παρῆν γὰρ σὺν παντὶ τῷ τῆς ἱερωσύνης πληρώματι), προάγειν ἠρέμα παρεκάλει τὸ σκήνωμα ὡς πολλοῦ τε ὄντος τοῦ μεταξὺ διαστήματος καὶ τοῦ πλήθους πρὸς τὴν ὀξυτέραν κίνησιν ἐμποδὼν γενησομένου, καὶ ἅμα ταῦτα λέγων προσεκαλεῖτο πάντας τοὺς τῆς ἱερωσύνης αὐτῷ συμμετέχοντας, ὡς ἂν δι' ἐκείνων κομισθείη τὸ σκήνωμα. Ἐπεὶ δὲ τοῦτο ἐδέδοκτο καὶ ἐν χερσὶν ἦν ἡ σπουδή, ὑποβὰς τὴν κλίνην ἐγὼ κἀκεῖνον ἐπὶ τὸ ἕτερον μέρος προσκαλεσάμενος, ἄλλων τε δύο τῶν ἐν τῷ κλήρῳ τετιμημένων τὸ ὀπίσθιον τῆς κλίνης μέρος ὑπολαβόντων, ᾔειν τοῦ πρόσω ἐχόμενος βάδην, ὡς εἰκός, καὶ κατ' ὀλίγον ἡμῖν γινομένης τῆς κινήσεως. Τοῦ γὰρ λαοῦ περὶ τὴν κλίνην πεπυκνωμένου καὶ πάντων ἀπλήστως ἐχόντων τοῦ ἱεροῦ ἐκείνου θεάματος οὐκ ἦν εὔπορον ἐν εὐκολίᾳ τὴν πορείαν ἡμῖν διανύεσθαι: προηγεῖτο δὲ καθ' ἑκάτερον μέρος διακόνων τε καὶ ὑπηρετῶν πλῆθος οὐκ ὀλίγον στοιχηδὸν τοῦ σκηνώματος προπομπεύοντες, ἐκ κηροῦ λαμπάδας διὰ χειρὸς ἔχοντες πάντες, καὶ ἦν τις μυστικὴ πομπὴ τὸ γινόμενον, ὁμοφώνως τῆς ψαλμῳδίας ἀπ' ἄκρων ἐπὶ ἐσχάτους καθάπερ ἐν τῇ τῶν τριῶν παίδων ὑμνῳδίᾳ μελῳδουμένης. Ἑπτὰ δὲ ὄντων ἢ ὀκτὼ τῶν διὰ μέσου σταδίων ἀπὸ τῆς ἐσχατιᾶς ἐπὶ τὸν τῶν ἁγίων μαρτύρων οἶκον, ἐν ᾧ καὶ τὰ τῶν γονέων ἀπέκειτο σώματα, διὰ πάσης σχεδὸν τῆς ἡμέρας μόλις τὴν ὁδὸν διηνύσαμεν. Οὐ γὰρ εἴα τὸ πλῆθος τό τε συνερχόμενον καὶ τὸ ἀεὶ προσγινόμενον κατὰ γνώμην τὴν πρόοδον γίνεσθαι.

Intertext edge

Open linked passage

Note