Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Vita sanctae Macrinae
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)"> —
⋯
More
Original / primary: Textus receptus
2.1
Μακρίνα ἦν ὄνομα τῇ παρθένῳ, εὐδόκιμος δέ τις πάλαι κατὰ τὸ γένος ἦν ἡ Μακρίνα, μήτηρ τοῦ πατρὸς ἡμῶν γεγενημένη, ταῖς ὑπὲρ Χριστοῦ ὁμολογίαις τῷ καιρῷ τῶν διωγμῶν ἐναθλήσασα, ᾗ ἐπωνομάσθη παρὰ τῶν γονέων ἡ παῖς. Ἀλλὰ τοῦτο μὲν ἦν ἐν φανερῷ τὸ ὄνομα τὸ παρὰ τῶν γινωσκόντων ὀνομαζόμενον, ἕτερον δὲ κατὰ τὸ λεληθὸς αὐτῇ ἐπεκέκλητο, ὃ πρὶν παρελθεῖν διὰ τῶν ὠδίνων εἰς φῶς ἔκ τινος ἐπιφανείας ἐπωνομάσθη. Ἦν γὰρ δὴ τοιαύτη κατ' ἀρετὴν καὶ ἡ μήτηρ ὡς πανταχοῦ τῷ θείῳ βουλήματι χειραγωγεῖσθαι, διαφερόντως δὲ τὴν καθαράν τε καὶ ἀκηλίδωτον τοῦ βίου διαγωγὴν ἀσπασαμένη, ὡς μηδὲ τὸν γάμον ἑκουσίως ἑλέσθαι. Ἀλλ' ἐπειδὴ ὀρφανὴ μὲν ἐξ ἀμφοτέρων ἦν, ὑπερήνθει δὲ τῇ ὥρᾳ τοῦ σώματος καὶ πολλοὺς ἡ φήμη τῆς εὐμορφίας πρὸς τὴν μνηστείαν συνήγειρε, κίνδυνος δὲ ἦν, εἰ μὴ κατὰ τὸ ἑκούσιόν τινι συναρμοσθείη, παθεῖν τι τῶν ἀβουλήτων ἐξ ἐπηρείας, πρὸς ἁρπαγὰς παρεσκευασμένων τῶν ἐπιμεμηνότων τῷ κάλλει: διὰ τοῦτο ἑλομένη τὸν ἐπὶ σεμνότητι βίου γνωριζόμενόν τε καὶ μαρτυρούμενον, ὥστε φύλακα κτήσασθαι τῆς ἰδίας ζωῆς, εὐθὺς ἐν ταῖς πρώταις ὠδῖσι ταύτης γίνεται μήτηρ.

Intertext edge

Open linked passage

Note