Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Vita sanctae Macrinae
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)"> —
⋯
More
Original / primary: Textus receptus
4.1
Τρέφεται τοίνυν τὸ παιδίον, οὔσης μὲν αὐτῷ καὶ τιθηνοῦ ἰδίας, τὰ δὲ πολλὰ τῆς μητρὸς ἐν ταῖς χερσὶ ταῖς ἰδίαις τιθηνουμένης. Ὑπερβᾶσα δὲ τὴν τῶν νηπίων ἡλικίαν εὐμαθὴς ἦν τῶν παιδικῶν μαθημάτων, καὶ πρὸς ὅπερ ἂν ἡ τῶν γονέων κρίσις ἦγε μάθημα, κατ' ἐκεῖνο ἡ φύσις τῆς νέας διέλαμπεν. Ἦν δὲ τῇ μητρὶ σπουδὴ παιδεῦσαι μὲν τὴν παῖδα, μὴ μέντοι τὴν ἔξωθεν ταύτην καὶ ἐγκύκλιον παίδευσιν, ἣν ὡς τὰ πολλὰ διὰ τῶν ποιημάτων αἱ πρῶται τῶν παιδευομένων ἡλικίαι διδάσκονται. Αἰσχρὸν γὰρ ᾤετο καὶ παντάπασιν ἀπρεπὲς ἢ τὰ τραγικὰ πάθη, ὅσα ἐκ γυναικῶν τὰς ἀρχὰς καὶ τὰς ὑποθέσεις τοῖς ποιηταῖς ἔδωκεν, ἢ τὰς κωμικὰς ἀσχημοσύνας ἢ τῶν κατὰ τὸ Ἴλιον κακῶν τὰς αἰτίας ἁπαλὴν καὶ εὔπλαστον φύσιν διδάσκεσθαι, καταμολυνομένην τρόπον τινὰ τοῖς ἀσεμνοτέροις περὶ τῶν γυναικῶν διηγήμασιν. Ἀλλ' ὅσα τῆς θεοπνεύστου γραφῆς εὐληπτότερα ταῖς πρώταις ἡλικίαις δοκεῖ, ταῦτα ἦν τῇ παιδὶ τὰ μαθήματα καὶ μάλιστα ἡ τοῦ Σολομῶντος Σοφία καὶ ταύτης πλέον ὅσα πρὸς τὸν ἠθικὸν ἔφερε βίον. Ἀλλὰ καὶ τῆς ψαλμῳδουμένης γραφῆς οὐδ' ὁτιοῦν ἠγνόει καιροῖς ἰδίοις ἕκαστον μέρος τῆς ψαλμῳδίας διεξιοῦσα τῆς τε κοίτης διανισταμένη καὶ τῶν σπουδαίων ἁπτομένη τε καὶ ἀναπαυομένη καὶ προσιεμένη τροφὴν καὶ ἀναχωροῦσα τραπέζης καὶ ἐπὶ κοίτην ἰοῦσα καὶ εἰς προσευχὰς διανισταμένη, πανταχοῦ τὴν ψαλμῳδίαν εἶχεν οἷόν τινα σύνοδον ἀγαθὴν μηδενὸς ἀπολιμπανομένην χρόνου.

Intertext edge

Open linked passage

Note