Epistula canonica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-thaumaturgus" aria-label="More works by Gregory Thaumaturgus">
—
⋯
Original / primary: Pg Scrape Grc
3.1
[Περὶ τοῦ Ἄχαρ] Οὐκ ἰδοὺ Ἄχαρ ὁ τοῦ Ζαρᾶ πλημμελείᾳ ἐπλημμέλησεν ἀπὸ τοῦ ἀνα θέματος καὶ ἐπὶ πᾶσαν συναγωγὴν Ἰσραὴλ ἐγενήθη ἡ ὀργή; Καὶ οὗτος εἶς μόνος ἥμαρτε· μὴ μόνος ἀπέ θανεν ἐν τῇ ἁμαρτίᾳ αὐτοῦ; Ἡμῖν δὲ πᾶν τὸ μὴ ἡμέτερον, ἀλλὰ ἀλλό τριον τῷ καιρῷ τούτῳ κέρδος ἀνά θεμα νενομίσθαι προσήκει. Κἀκεῖνος μὲν ὁ Ἄχαρ ἐκ τῆς προνομῆς ἔλαβε, καὶ αὐτοὶ νῦν ἐκ προνομῆς· κἀκεῖνος μὲν τὰ τῶν πολεμίων, οἱ δὲ νῦν τὰ τῶν ἀδελφῶν, κερδάναντες ὀλέ θριον κέρδος.