Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistula canonica
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-thaumaturgus" aria-label="More works by Gregory Thaumaturgus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
4.1
Περὶ τῶν ἐν τῇ καταδρομῆ τὰ τῶν ὁμοφύλων ἁρπασάντων πράγματα. Μηδεὶς ἐξαπατάτω ἑαυτὸν, μήτε ὡς εὑρών· οὔτε γὰρ εὑρόντι κερ δαίνειν ἔξεστι· φησὶ τὸ Δευτερο νόμιον· Μὴ ἰδὼν τὸν μόσχον τοῦ ἀδελφοῦ σου καὶ τὸ πρόβατον πλα νώμενον ἐν τῇ ὁδῷ, περιίδῃς αὐ τά· ἀποστροφῇ ἀποστρέψεις αὐτὰ τῷ ἀδελφῷ σου. Ἐὰν δὲ μὴ ἐγγί ζῃ ὁ ἀδελφός σου πρὸς σέ, μηδὲ ἐπιστῇ αὐτόν, συνάξεις αὐτά, καὶ ἔσται μετὰ σοῦ, ἕως ἂν ἐκζητή σῃ αὐτὰ ὁ ἀδελφός σου καὶ ἀ ποδώσεις αὐτά. Καὶ οὕτω ποιήσεις τὴν ὄνον αὐτοῦ, καὶ οὕτω ποιήσεις τὸ ἱμάτιον αὐτοῦ, καὶ οὕτω ποιήσεις κατὰ πᾶσαν ἀπώλειαν τοῦ ἀδελφοῦ σου, ὅσα ἂν ἀπόληται παρ' αὐτοῦ καὶ εὕρῃς αὐτά. Ταῦτα τὸ Δευ τερονόμιον. Ἐν δὲ τῇ Ἐξόδῳ, οὐ μόνον ἐὰν τὰ τοῦ ἀδελφοῦ τις εὕρῃ, ἀλλὰ καὶ ἐχθροῦ· Ἀποστροφῇ, φη σίν, ἀποστρέψεις αὐτὰ εἰς τὸν οἶκον τοῦ κυρίου αὐτῶν. Εἰ δὲ ἐν εἰρήνῃ ἄρα ῥᾳθυμοῦντος καὶ τρυφῶντος καὶ τῶν ἰδίων ἀμελοῦντος ἀδελφοῦ ἢ ἐχθροῦ κερδάναι οὐκ ἔξεστι, πόσῳ μᾶλλον δυστυχοῦντος καὶ πολεμίους φεύγοντος καὶ κατὰ ἀνάγκην τὰ ἴδια ἐγκαταλείποντος;

Intertext edge

Open linked passage

Note