Epistula canonica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-thaumaturgus" aria-label="More works by Gregory Thaumaturgus">
—
⋯
Original / primary: Pg Scrape Grc
5.1
[Περὶ τῶν ἁρπαζόντων τὰ ἀλλότρια ἀντὶ τῶν ἰδίων] Ἄλλοι δὲ ἑαυτοὺς ἐξαπατῶσιν, ἀντὶ τῶν ἰδίων τῶν ἀπωλομένων ἃ εὗρον ἀλλότρια κατέχοντες· ἵνα, ἐπειδὴ αὐτοὺς Βοράδοι καὶ Γότθοι τὰ πο λέμου εἰργάσαντο, αὐτοὶ ἄλλοις Βο ράδοι καὶ Γότθοι γίνωνται. Ἀπεστείλαμεν οὖν τὸν ἀδελφὸν καὶ συγγέροντα Εὐφρόσυνον διὰ ταῦτα πρὸς ὑμᾶς, ἵνα κατὰ τὸν ἐνθάδε τύπον καὶ αὐτοῦ δῴη ὁμοίως, καὶ ὧν δεῖ τὰς κατηγορίας προσίεσθαι καὶ οὓς δεῖ ἐκκηρῦξαι τῶν εὐχῶν.