Epistula canonica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-thaumaturgus" aria-label="More works by Gregory Thaumaturgus">
—
⋯
Original / primary: Pg Scrape Grc
7.1
Περὶ τῶν ἐγκαταλεχθέντων τοῖς βαρβάροις καὶ ἄτοπά τινα κατὰ τῶν ὁμοφύλων τολμησάντων. Τοὺς μὲν οὖν ἐγκαταλεχθέντας τοῖς βαρβάροις καὶ μετ' αὐτῶν ἐν τῆ αἰχμαλωσίᾳ ὄντας, ἐπιλαθομένους ὄτι ἦσαν ποντικοὶ καὶ χριστιανοί, ἐκβαρβαρωθέντας δὲ ὡς καὶ φονεύειν τοὺς ὁμοφύλους ἢ ξύλῳ ἢ ἀγχόνη, ὑποδεικνύναι δὲ ἢ ὁδοὺς ἢ οἰκίας ἀγνοοῦσι τοῖς βαρβάροις, καὶ τῆς ἀκροάσεως ἀπεῖρξαι δεῖ, μέχρις ἂν κοινῇ περὶ αὐτῶν τι δόξῃ συνελ θοῦσι τοῖς ἁγίοις, καὶ πρὸ αὐτῶν τῷ ἁγίῳ πνεύματι.