Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In Origenem oratio panegyrica
Gregory ThaumaturgusPane 10 · pg-scrape-grcMore by Gregory Thaumaturgus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-thaumaturgus" aria-label="More works by Gregory Thaumaturgus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
10.1
Ἐξαιτοῦμαι δὲ παρά τε φιλοσόφων τῶν νῦν ὄντων, ὅσους αὐτὸς ἔγνων καὶ ὅσους ἄλλων διηγουμένων ἤκουσα, καὶ παρὰ τῶν ἄλλων δὲ ἀνθρώπων, ἀνεμεσήτως ἔχειν πρὸς τὰ νῦν ἡμῖν λεγόμενα. Μηδέ μέ τις ἢ φιλίᾳ τῇ πρὸς τὸν ἄνδρα ἢ καὶ ἀπεχθανόμενον ἔτι τοῖς λοιποῖς φιλοσόφοις. (ὧν, εἴπερ τις ἄλλος, καὶ αὐτὸς ἐραστής τε διὰ τοὺς λόγους εἶναι θέλω, καὶ εὐφημεῖν αὐτοὺς βούλομαι αὐτός τε καὶ ἑτέρων τὰ κάλλιστα λεγόντων περὶ αὐτῶν ἀκούειν· ἀλλὰ γὰρ τοιαῦτά ἐστιν, ὡς εἰς ἔσχατον περιϋβρίζεσθαι μὲν ὑπὸ πάντων σχεδὸν καὶ τοὔνομα τῆς φιλοσοφίας, ἐμὲ δὲ μικροῦ δεῖν ἰδιωτεύειν ἑλέσθαι πάντη, ἤπερ τι μαθεῖν ὧν οὗτοι ἀπαγγέλλουσιν, οἷς διὰ τὸν λοιπὸν βίον οὐδὲ προσιέναι ἄξιον εἶναι ἐδόκουν, ἴσως οὐκ ὀρθῶς τοῦτο φρονῶν), πλὴν μή μέ τις φιλοτιμίᾳ τινὶ ἤτοι τῶν εἰς τὸν ἄνδρα ἐπαίνων ἢ τῇ πρὸς τοὺς ἔξω φιλοσό φους ἄλλῃ ταύτῃ φιλοτιμίᾳ ταῦτα λέγειν ὑπονοησάτω· ἀλλὰ καὶ μικρότερα ἡμᾶς τῶν αὐτοῦ ἔργων, μὴ κολακεύειν δοκοίημεν, λέγειν πεπείσθω οὐχὶ ῥήματα καὶ ὀνόματα καὶ ἀφορμὰς ἐντέχνους ἐγκωμίων ἑαυτοῖς ἐκποριζομένοις· ὃς οὐδ' ὅτε μειράκιον ὢν τὴν δημώδη ῥητορικὴν ἐκ ῥήτορος ἐδιδασκόμην, ἐπαινεῖν καὶ λέγειν περί του ἐγκώμιον, ὅ τι μὴ ἀληθὲς ἦν, ἑκὼν ὑπέμενον. Οὐ τοίνυν οὐδὲ νῦν ἐπαινεῖν προθέμενος, ἁπλῶς τοῖς ἑτέρων ψόγοις τοῦτον ἐξαίρειν οἶμαι δεῖν· ἢ κακῶς ἂν ἔλεγον τὸν ἄνδρα, τοῖς ἄλλων πταίσμασιν, ἵνα τι περὶ αὐτοῦ μεῖζον δὴ λέγειν ἔχοιμι, παραβαλὼν τὸν μακάριον αὐτοῦ βίον· οὐχ οὕτως ἀφραίνομεν· ἀλλ' αὐτὸ ὃ πέπονθα δίχα τινὸς παρα βολῆς καὶ πανουργίας τῆς ἐν λόγοις ὁμολογήσω.

Intertext edge

Open linked passage

Note