In Origenem oratio panegyrica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-thaumaturgus" aria-label="More works by Gregory Thaumaturgus">
—
⋯
Original / primary: Pg Scrape Grc
12.1
Καὶ δῆτα δικαίους μὲν καὶ φρονίμους καὶ σώφρονας ἢ ἀνδρείους ἡμᾶς ὑπὸ ἡμετέρας βραδυτῆτος καὶ νωχελίας, καὶ ταῦτα πάνυ σπεύδων, ἔτι μέλλει κατα στήσεσθαι· οὔτε ἔχοντας οὔτε ἐγγύς πω γενομένους οὐδ' ἡστινοσοῦν ἀρετῆς ἀνθρώπων ἢ θείας, πολλοῦ γε δεῖ· αὗται γὰρ μέγισται καὶ ὑψηλαί, καὶ οὐδετέρα ληπτέα οὐδέ τῳ τυχεῖν, ὅτῳ μὴ θεός γε ἐμπνέοι δύναμιν· ἡμεῖς τε οὔτε πεφύκαμεν οὕτως ἐπιτηδείως, οὔτε καὶ ἄξιοι εἶναι ἐπιτυχεῖν οὐδέπω ὁμολογοῦμεν· οὐ ποιήσαντες ἀπὸ ῥᾳθυμίας καὶ ἀσθενείας πάντα, ἅπερ τοὺς τῶν ἀρίστων ἐφιεμένους καὶ τὰ τέλεια μνωμένους χρή. Δίκαιοι μὲν οὖν ἢ σώφρονες ἤ τινα τῶν ἄλλων ἔχειν ἀρετῶν ἔτι μέλλομεν· ἐραστὰς δὲ ἡμᾶς ὅτι δριμύτατον ἐρῶντας ἔρωτα, ὅπερ ἐπ' αὐτῷ μόνον ἴσως, καὶ πάλαι κατεστήσατο ὁ θαυμαστὸς οὗτος καὶ φίλος τῶν ἀρετῶν καὶ προήγορος, ἐμποιήσας ἔρωτα τῇ αὐτοῦ ἀρετῇ καὶ τοῦ κάλλους τῆς δικαιοσύνης, ᾗς τὸ χρύσεον ὄντως ἔδειξεν ἡμῖν πρόσω πον, καὶ φρονήσεως τῆς πᾶσιν ἐφεσίμου, καὶ τῆς ἐρασμιωτά της σοφίας τῆς ἀληθοῦς, καὶ σωφροσύνης τῆς θεοειδοῦς, ἥ ἐστι ψυχῆς εὐστάθεια καὶ εἰρήνη πᾶσι τοῖς κτησαμένοις αὐτήν, καὶ ἀνδρείας τῆς θαυμασιωτάτης, ὑπομονῆς ἡμῶν, καὶ ἐπὶ πᾶσιν εὐσεβείας, ἣν μητέρα φασὶ τῶν ἀρετῶν, ὀρθῶς λέγοντες. Αὕτη γάρ ἐστιν ἀρχὴ καὶ τελευτὴ πασῶν τῶν ἀρετῶν· ἀπὸ ταύτης τε γὰρ ὁρμωμένοις ῥᾷστα ἂν ἡμῖν ἐπιγένοιντο καὶ αἱ λοιπαὶ ἀρεταί· εἰ τοῦθ' ὃ δεῖ πάντα ἄνθρωπον, τόν γε μὴ ἄθεον ἢ φιλήδονον, τὸ φίλον γενέσθαι καὶ προήγορον θεῷ, κτήσασθαι ἑαυτοῖς ἐπιθυ μοῦντες καὶ σπεύδοντες, τῶν λοιπῶν ἀρετῶν ἐπιμελοίμεθα· ὅπως μὴ ἀνάξιοι καὶ ῥυπῶντες, μετὰ δὲ πάσης ἀρετῆς καὶ σοφίας ὥσπερ τινὸς ἀγαθοῦ πομποῦ καὶ ἱερέως σοφω τάτου προσίοιμεν τῷ θεῷ. Τό γε πάντων τέλος οὐχ ἕτερόν τι οἶμαι, ἢ καθαρῷ τῷ νῷ ἐξομοιωθέντα προσελθεῖν τῷ θεῷ καὶ μένειν ἐν αὐτῷ.