In Origenem oratio panegyrica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-thaumaturgus" aria-label="More works by Gregory Thaumaturgus">
—
⋯
Original / primary: Pg Scrape Grc
13.1
Ἐπὶ τῇ ἄλλῃ πάσῃ φιλοπονίᾳ καὶ σπουδῇ τὴν περὶ θεολογίας διδασκαλίαν καὶ εὐλάβειαν πῶς ἂν ἐξέλθοιμι τῷ λόγῳ, εἰς αὐτὴν τὴν διάθεσιν εἰσδὺς τοῦ ἀνδρός, σὺν οἵᾳ γνώμῃ καὶ παρασκευῇ τοὺς περὶ τοῦ θείου πάντας ἐκμανθάνειν ἡμᾶς ἤθελε λόγους, φυλαττό μενος, μή πη κινδυνεύσαιμεν περὶ τὸ ἀναγκαιότατον ἁπάντων, τὴν τοῦ πάντων αἰτίου γνῶσιν. Φιλοσοφεῖν μὲν γὰρ ἠξίου ἀναλεγομένους τῶν ἀρχαίων πάντα ὅσα καὶ φιλοσόφων καὶ ὑμνῳδῶν ἐστι γράμματα πάσῃ δυνάμει, μηδὲν ἐκποιουμένους μηδ' ἀποδοκιμάζοντας (οὐδέπω γὰρ οὐδὲ τὴν κρίσιν ἔχειν)· πλὴν ὅσα τῶν ἀθέων εἴη, ὅσοι ἐκκυλισθέντες ὁμοῦ καὶ τῶν ἀνθρωπίνων ἐννοιῶν οὐκ εἶναι θεὸν ἢ πρόνοιαν λέγουσι (ταῦτα γὰρ οὔτ' ἀναγινώσ κειν ἄξιον, ἵνα μηδ' ἐν τῷ τυχόντι μολύνοιθ' ἡμῖν ἡ ψυχή, εὐσεβεῖν μέλλουσα λόγων δὲ ἀκούουσα ὑπεναντίων τῇ τοῦ θεοῦ θεραπείᾳ· οὐδὲ γὰρ τοὺς τοῖς ναοῖς προσιόντας εὐσεβείας, ἧς οἴονται, ἐφάπτεσθαί τινος ὅλως τῶν βεβήλων)· τὰ τούτων τοίνυν οὐδ' ὅλως οὐδὲ ἀριθμεῖσθαι ἄξιον παρ' ἀνδράσιν εὐσεβεῖν ἐπανελομένοις· τοῖς δὲ λοιποῖς πᾶσιν ἐντυγχάνειν καὶ προσομιλεῖν, γένος μὲν οὐδὲ ἓν οὐδὲ λόγον φιλόσοφον προτιμήσαντας οὔτε αὖ ἀποδοκι μάσαντας, οὔτε Ἑλληνικὸν οὔτε βάρβαρον, πάντων δὲ ἀκούοντας. Σοφῶς τοῦτο καὶ μάλα ἐντέχνως· μή πη εἷς τις καὶ καθ' ἑαυτὸν τῶνδέ τινων ἢ τῶνδε λόγος αὐτὸς μόνος ἀκουσθεὶς καὶ τιμηθείς, κἂν μὴ ἀληθινὸς ὢν τύχῃ, ὡς μόνος ἀληθὴς ὤν, εἰσδὺς εἰς τὴν ψυχὴν ἡμῶν ἐξαπατήσῃ καὶ καθ' ἑαυτὸν διαθεὶς ἰδίους ἡμᾶς ποιήσηται, οὐκέτ' ἀποστῆναι δυναμένους οὐδὲ ἀποπλύνασθαι, ὥσπερ τὰ δευσοποιόν τινα βαφὴν βαφέντα τῶν ἐρίων. Δεινόν τε γὰρ χρῆμα καὶ εὔστροφον λόγος ὁ ἀνθρώπων, ποικίλος τε τοῖς σοφίσμασι, καὶ ὀξύς, εἰσδραμὼν εἰς τὰς ἀκοάς, τυπῶσαί τε τὸν νοῦν καὶ προθέσθαι, καὶ ἀναπείσας τοὺς ἅπαξ ἁρπασθέντας ὡς ἀληθὴς ἀγαπᾶσθαι, καὶ μένειν ἔνδον, κἂν ψευδὴς καὶ ἀπατηλὸς ἦ, ὥσπερ τις γόης κρατῶν, ὑπέρμαχον ἔχων αὐτὸν τὸν ἠπατημένον. Εὐεξαπάτητόν τε πάλιν ὑπὸ λόγου καὶ εὔκολον πρὸς συγκατάθεσιν ψυχὴ ἀνθρώπου, ἑτοίμη τε, πρὶν διακρίνῃ καὶ ἐξετάσῃ πάντα τρόπον, ὑπὸ ἀμβλύτητος καὶ ἀσθενείας τῆς ἰδίας, ἢ ὑπὸ λεπτότητος τῆς τοῦ λόγου πρὸς τὴν ἀκρίβειαν τῆς ἐξετάσεως ἀποκαμοῦσαν ἑαυτὴν ἀπραγμονέστερον παραδι δόναι πολλάκις ψευδέσι λόγοις καὶ δόγμασι, πεπλανημέ νοις μὲν αὐτοῖς, πλανῶσι δὲ καὶ τοὺς ἐσχηκότας· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ κἂν ἐπανορθοῦν ἕτερος ἐθέλοι λόγος, οὐκέτι προσιεμένη οὐδὲ μεταπειθομένη, τοῦ δὲ ἐν αὐτῇ περιεχομένη, ὥσπερ τινὸς τυράννου ἀπαραιτήτου αὐτῆς κεκρατηκότος.