Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In Origenem oratio panegyrica
Gregory ThaumaturgusPane 15 · pg-scrape-grcMore by Gregory Thaumaturgus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-thaumaturgus" aria-label="More works by Gregory Thaumaturgus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
15.1
Περὶ τούτων μὲν μηδὲν προσέχειν συμβουλεύων, μηδὲ εἰ πάνσοφός τις ὑπὸ πάντων ἀνθρώπων μαρτυρηθείη, μόνῳ δὲ προσέχειν θεῷ καὶ τοῖς τούτου προφήταις· αὐτὸς ὑποφητεύων καὶ σαφηνίζων ὅ τί ποτε σκοτεινὸν καὶ αἰνιγματῶδες ᾖ, οἷα πολλὰ ἐν ταῖς ἱεραῖς ἐστι φωναῖς (ἤτοι οὕτω φίλον ὂν τῷ θεῷ προσομιλεῖν ἀνθρώποις, ὡς μὴ καὶ ἀναξίαν ψυχήν, οἷαι αἱ πολλαί, γυμνὸς καὶ ἀσκεπὴς ὁ θεῖος εἰσίῃ λόγος, ἢ καὶ τῇ φύσει μὲν σαφέστα τον καὶ ἁπλούστατον πᾶν τὸ θεῖον λόγιον ὄν, ἡμῖν δὲ ἀποστᾶσι θεοῦ καὶ ἀπομεμαθηκόσιν ἀκροᾶσθαι ὑπὸ χρόνου καὶ παλαιότητος ἀσαφὲς καὶ σκοτεινὸν καταφαινόμε νον, οὐκ ἔχω λέγειν)· πλὴν σαφηνίζων καὶ εἰς φῶς προάγων, εἴτε αἰνίγματα ὄντα τυγχάνοι, δεινὸς ὢν ἀκροατὴς θεοῦ καὶ συνετώτατος· εἴτε καὶ οὐδὲν σκολιὸν ἔχοντα τῇ φύσει οὐδ' ἀσύνετον αὐτῷ, οὕτως ἔχοντι μόνῳ τῶν νῦν ἀνθρώπων, ὧν αὐτός τε ἔγνων καὶ ἑτέρων ἤκουσα περί τινων λεγόντων, μεμελετηκότι τὰ καθαρὰ τῶν λογίων φωτεινά τε παραδέχεσθαι αὐτοῦ τῇ ψυχῇ καὶ διδάσκεσθαι ἑτέρους· ὅτι αὐτῶν ὁ πάντων ἀρχηγός, ὁ τοῖς τοῦ θεοῦ φίλοις προφήταις ὑπηχῶν καὶ ὑποβάλλων πᾶσαν προφητείαν καὶ λόγον μυστικὸν καὶ θεῖον, οὕτως αὐτὸν τιμήσας ὡς φίλον προήγορον κατεστήσατο· ὧν δι' ἑτέρων ᾐνίξατο μόνον, τούτων διὰ τούτου τὴν διδασκαλίαν ποιούμενος, ὅσα τε ἀξιοπιστότατος ὢν ἢ προσέταξε βασιλικῶς ἢ καὶ ἀπεφῄνατο, τούτων τοὺς λόγους διερευνᾶσθαί τε καὶ ἐξευρίσκειν τούτῳ δωρησάμενος· ἵν' εἴ τις σκληρὸς τὴν ψυχὴν καὶ ἄπιστος ἢ καὶ φιλομαθὴς ὢν τύχοι, παρὰ τούτου μαθὼν καὶ συνεῖναι καὶ πιστεύειν ἑλέσθαι ἀναγκάζοιτο τρόπον τινὰ καὶ ἕπεσθαι θεῷ. Λέγει τε ταῦτα οὐκ ἄλλως οἶμαι ἢ κοινωνίᾳ τοῦ θείου πνεύματος· τῆς γὰρ αὐτῆς δυνάμεως δεῖ προφητεύουσί τε καὶ ἀκροωμένοις προφητῶν· καὶ οὐκ ἂν ἀκούσαι προφήτου, ᾧ μὴ αὐτὸ τὸ πνεῦμα τὸ προφητεῦσαν τὴν σύνεσιν τῶν αὐτοῦ λόγων ἐδωρήσατο. Τοιοῦτον ἔγκειται λόγιον καὶ ἐν τοῖς ἱεροῖς γράμμασι, τὸν κλείοντα ἀνοιγνύναι μόνον λέγον, ἄλλον δὲ μηδ' ὁντινοῦν· ἀνοίγει δὲ τὰ κεκλει σμένα σαφηνίζων τὰ αἰνίγματα ὁ θεῖος λόγος. Δῶρον τὸ μέγιστον οὗτος τοῦτο θεόθεν ἔχει λαβὼν καὶ μοῖραν παγκάλην οὐρανόθεν, ἑρμηνεὺς εἶναι τῶν τοῦ θεοῦ λόγων πρὸς ἀνθρώπους, συνιέναι τὰ θεοῦ ὡς θεοῦ λαλοῦντος, καὶ διηγεῖσθαι ἀνθρώποις ὡς ἀκούουσιν ἄνθρωποι. Τοι γαροῦν οὐδὲν ἡμῖν ἄρρητον, οὐδὲ γὰρ κεκρυμμένον καὶ ἄβατον ἦν· ἐξῆν δὲ μανθάνειν πάντα λόγον, καὶ βάρβαρον καὶ Ἕλληνα, καὶ μυστικώτερον καὶ πολιτικώτερον, καὶ θεῖον καὶ ἀνθρώπινον, σὺν πάσῃ περιουσίᾳ ἐκπεριϊοῦσι πάντα καὶ διερευνωμένοις, καὶ πάντων ἐμφορουμένοις καὶ ἀ πολαύουσι τῶν τῆς ψυχῆς ἀγαθῶν· εἴτε τι παλαιὸν ἀληθείας μάθημα, εἴτε καὶ ἄλλο τις ὀνομάσαι τοιοῦτον ἔχοι, ἐν αὐτῷ ᾖμεν ἔχοντες τὴν θαυμαστὴν καὶ πλήρη τῶν καλλίστων θεαμάτων παρασκευὴν καὶ ἐξουσίαν. Καὶ συνελόντα εἰπεῖν παράδεισος ἡμῖν ὄντως οὗτος ἦν, μιμητὴς τοῦ μεγάλου παραδείσου τοῦ θεοῦ, ἐν ᾧ γῆν μὲν ἐργάζεσθαι οὐκ ἦν τὴν κάτω οὐδὲ σωματοτροφεῖν παχυνομένους, τὰ δὲ ψυχῆς μόνον αὔξειν πλεονεκτήματα, ὥσπερ τινὰ φυτὰ ὡραῖα ἑαυτοὺς φυτεύσαντας ἢ ἐμφυτευθέντας ἡμῖν ὑπὸ τοῦ πάντων αἰτίου, εὐφραινομένους καὶ τρυφῶντας.

Intertext edge

Open linked passage

Note