In Origenem oratio panegyrica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-thaumaturgus" aria-label="More works by Gregory Thaumaturgus">
—
⋯
Original / primary: Pg Scrape Grc
17.1
Ἀλλὰ τί ταῦτα θρηνῶ; Ἔστιν ὁ σωτὴρ πάντων, καὶ τῶν ἡμιθανῶν καὶ τῶν λελῃστευμένων πάντων κηδεμὼν καὶ ἰατρός, λόγος, ὁ ἄγρυπνος φύλαξ πάντων ἀνθρώπων· ἔστιν ἡμῖν καὶ σπέρματα, ἅ τε ἔχοντας ἡμᾶς ἀνέδειξας καὶ ὅσα παρὰ σοῦ εἰλήφαμεν, τὰς καλὰς ὑποθήκας· σὺν οἷς ἄπιμεν, κλᾴοντες μὲν ὡς πορευόμενοι, φέροντες δὲ σὺν αὑτοῖς ὅμως τὰ σπέρματα ταῦτα. Ἴσως μὲν οὖν διασώσεται ἡμᾶς ὁ φύλαξ ἐπιστάς· ἴσως δὲ ὑποστρέψομεν πρὸς σὲ πάλιν, φέροντες ἐκ τῶν σπερμάτων καὶ τοὺς καρποὺς καὶ τὰς δραγμίδας, τελείας μὲν οὐχί (πῶς γὰρ ἄν;) οἵας δὲ δυνατὸν ἡμῖν ἀπὸ τῶν ἐν πολιτείᾳ πράξεων, διεφθαρμένας μὲν τῇ δυνάμει ἢ ἀκάρπῳ ἢ κακοκάρπῳ τινί, μὴ καὶ προσδιαφθαρησομένῃ δὲ παρ' ἡμῖν, εἰ ὁ θεὸς ἐπινεύοι.