In Origenem oratio panegyrica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-thaumaturgus" aria-label="More works by Gregory Thaumaturgus">
—
⋯
Original / primary: Pg Scrape Grc
19.1
Σὺ δὲ ἀναστάς, ὦ φίλη κεφαλή, καὶ εὐξά- μενος ἤδη πέμπε ἡμᾶς, σώσας μὲν παρόντας τοῖς ἱεροῖς σου μαθήμασι, σώζων δὲ ταῖς εὐχαῖς καὶ ἀποδημήσαντας· καὶ δὴ παραδίδου καὶ παρατίθεσο, μᾶλλον δὲ παρα- δίδου τῷ ἀγαγόντι ἡμᾶς πρὸς σὲ θεῷ· εὐχαριστῶν μὲν ἐπὶ τοῖς φθάνουσιν ὑπὲρ ἡμῶν, παρακαλῶν δὲ χειραγωγεῖν καὶ ἐν τοῖς μέλλουσι, διὰ παντὸς ἐφεστῶτα, ὑπηχοῦντα τῷ νῷ ἡμῶν τὰ αὐτοῦ προστάγματα, ἐμβάλλοντα ἡμῖν τὸν θεῖον φόβον αὐτοῦ, παιδαγωγὸν ἄριστον ἐσόμενον· οὐ γὰρ ἐν τῇ μετὰ σοῦ ἐλευθερίᾳ καὶ ἀπελθόντες ὑπακούσομεν αὐτῷ. Παρακάλεσον καὶ παραμυθίαν τινὰ ἡμῖν γενέσθαι παρ' αὐτοῦ τῆς ἀπολείψεώς σου, πομπὸν ἀγαθὸν ἐξαποστεῖλαι συνοδοιπόρον ἄγγελον. Αἴτησον δὲ καὶ ἵνα ἐπιστρέψας ἡμᾶς ἀγάγῃ πρὸς σὲ πάλιν· καὶ τοῦτό γε μάλιστα πάντων μόνον ἡμᾶς παραμυθήσεται.