Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In Origenem oratio panegyrica
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-thaumaturgus" aria-label="More works by Gregory Thaumaturgus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
4.1
Ἀλλὰ τὰς μὲν εἰς τὸν πάντων βασιλέα καὶ κηδεμόνα, τὴν διαρκῆ πηγὴν πάντων ἀγαθῶν, εὐφημίας καὶ ὕμνους τῷ κἀν τούτῳ τὴν ἀσθένειαν ἡμῶν ἰωμένῳ καὶ τὸ ἐνδέον ἀναπληροῦν μόνῳ δυναμένῳ ἐπιτρέψομεν, τῷ προστάτῃ τῶν ἡμετέρων ψυχῶν καὶ σωτῆρι, τῷ πρωτο γενεῖ αὐτοῦ λόγῳ, τῷ πάντων δημιουργῷ καὶ κυβερνήτῃ· αὐτῷ μόνῳ ὑπέρ τε ἑαυτοῦ καὶ ὑπὲρ πάντων, ἰδίᾳ τε ἑκάστου καὶ ἀθρόον ἅμα, δυνατὸν ὂν ἀναπέμπειν διηνεκεῖς καὶ ἀδιαλείπτους τῷ πατρὶ τὰς εὐχαριστίας. Ὅτι αὐτὸς ἡ ἀλήθεια ὢν καὶ ἡ αὐτοῦ τοῦ πατρὸς τῶν ὅλων καὶ σοφία καὶ δύναμις, πρὸς δὲ καὶ ἐν αὐτῷ ὢν καὶ πρὸς αὐτὸν ἀτεχνῶς ἡνωμένος, οὐκ ἔστιν ὅπως ἢ διὰ λήθην ἢ ἀσόφως ἢ ὑπ' ἀσθενείας τινός, ὥσπερ τις ἀπεξενωμένος αὐτοῦ, ἢ οὐκ ἐφίξεται τῇ δυνάμει τῆς εὐφημίας, ἢ ἐφίξεται μέν, ἑκὼν δέ (ὃ μὴ θέμις εἰπεῖν) ἐάσει τὸν πατέρα ἀνευφήμητον· μόνῳ τούτῳ δυνατὸν ὂν τελειότατα πᾶσαν ἀποπληρῶσαι τὴν ἀξίαν τῶν αὐτῷ προσηκόντων αἴνων· ὅντινα αὐτὸς ὁ τῶν ὅλων πατὴρ ἓν πρὸς αὑτὸν ποιησάμενος, δι' αὐτοῦ μονονουχὶ αὐτὸς αὑτὸν ἐκπεριϊών, τῇ ἴσῃ πάντη δυνάμει τῇ αὐτοῦ τρόπον τινὰ τιμῴη καὶ τιμῷτο· ὅπερ πρῶτος καὶ μόνος ἔχειν ἔλαχεν ἐκ πάντων τῶν ὄντων ὁ μονογενὴς αὐτοῦ, ὁ ἐν αὐτῷ θεὸς λόγος· τῶν ἄλλων πάντων οὕτω μόνον εὐχαρίστων καὶ εὐσεβῶν εἶναι δυναμένων, εἰ ἐπ' αὐτῷ φέροντες μόνῳ ἀντὶ πάντων τῶν παρὰ τοῦ πατρὸς ἡμῖν ἀγαθῶν τὴν δύναμιν τῆς ἀξίας εὐχαριστίας ἀναθήσομεν, μίαν ὁδὸν εὐσεβείας ταύτην εἶναι ὁμολογήσαντες, τὴν δι' αὐτοῦ πᾶσαν μνήμην τοῦ τῶν ὅλων αἰτίου. Διὸ δὴ τῆς μὲν ἐπὶ πᾶσι διαρκοῦς προνοίας, ἔν τε μεγίστοις καὶ ἐν τοῖς ἐλαχίστοις κηδομένης ἡμῶν καὶ εἰς τοῦτό γε προαγομένης, ἐκεῖνος ἄξιος, διαρκὴς εἶναι λόγος εἰς εὐχαριστίας καὶ ὕμνους ὁμολογείσθω, τελειότατος ὢν καὶ ζῶν, καὶ αὐτοῦ τοῦ πρώτου νοῦ λόγος ἔμψυχος ὤν. Ὁ δ' ἡμέτερος οὗτος ἔστω χαριστήριος ἀνθρώπων μὲν πάντων μάλιστα τῷ ἀνδρὶ τῷ ἱερῷ τῷδε· εἰ δέ τι καὶ περαιτέρω μεληγορεῖν ἐθέλοιμι, καὶ τῶν οὐ φαινομένων μέν, θειοτέρων δὲ καὶ κηδομένων ἀνθρώπων, τούτῳ, ὅς με ἐκ παίδων κρίσει τινὶ μεγάλῃ οἰκονομεῖν τε καὶ τιθηνεῖσθαι καὶ ἐπιτροπεύειν ἐκληρώσατο, ἱερὸς ἄγγελος θεοῦ, ὁ τρέφων με ἐκ νεότητός μου, φησὶν ἐκεῖνος ὁ θεῷ φίλος ἀνήρ, τὸν αὑτοῦ λέγων δηλαδή. Ἀλλ' ὁ μὲν μέγας ὢν ἀναλόγως μέγιστόν τινα, ἤτοι ἄλλον ὅστις ἂν ἢ καὶ αὐτὸν ἴσως τὸν τῆς μεγάλης βουλῆς ἄγγελον, τὸν κοινὸν πάντων σωτῆρα, ὑπὸ τελειότητος μόνον ἤδη φύλακα αὐτῷ εἶναι κληρωσάμενος, οὐκ οἶδα τοῦτο σαφῶς, πλὴν ὁ μὲν τὸν ἑαυτοῦ μέγαν τινά, ὅστις ποτ' ἂν ᾖ, καὶ γινώσκων καὶ εὐφημῶν· ἡμεῖς δὲ πρὸς τῷ κοινῷ πάντων ἀνθρώπων κυβερνήτῃ καὶ τοῦτον, ὅστις ποτ' ἐστὶν ἰδίᾳ παιδαγωγὸς ἡμῶν ὄντων νηπίων. Ὃς τά τε ἄλλα πάντη πάντα ἀγαθὸς ὢν τροφεὺς καὶ κηδεμὼν ἐμός (οὐχὶ ἐμοὶ ἤ τινι τῶν ἐμοὶ προσηκόντων φίλων, τυφλοὶ γὰρ ἡμεῖς καὶ μηδὲν τῶν ἔμπροσθεν ὁρῶντες, ὥστε τι καὶ κρίνειν δύνασθαι τῶν δεόντων· ἀλλ' ᾗ αὐτῷ, προορωμένῳ πάντα τὰ πρὸς ὠφέλειαν τῆς ψυχῆς ἡμῶν, συμφέρον εἶναι καταφαίνεται) πάλαι τε καὶ νῦν ἔτι ἐκτρέφει τε καὶ παιδεύει καὶ χειραγωγεῖ, καὶ δὴ πρὸς πᾶσι τοῖς ἄλλοις καὶ συνάψαι με τῷ ἀνδρὶ τούτῳ (τοῦτο δὴ τὸ κεφαλαιωδέστατον πάντων) ᾠκονομήσατο, οὔτε γένει καὶ αἵματί μοι ἀνθρωπίνῳ τινὶ προσήκοντα, οὔτε ἄλλως προσοικοῦντα ἢ ὄντα τινὰ τῶν πλησιοχώρων, οὔτε καὶ ὁμοεθνῆ ὅλως, ταῦτα δὴ ἃ πρόφασις φιλίας καὶ γνώσεως τοῖς πολλοῖς τῶν ἀνθρώπων γίνεται· ἀλλὰ συνελόντα εἰπεῖν ἀγνώστους, ἀλλοτρίους, ἀπεξενωμένους, ἀλλήλων ἀφεστηκότας πάμπολυ, ὅσον μέσα ἔθνη καὶ ὄρη καὶ ποταμοὺς διείργειν ἡμᾶς, ὑπὸ τῆς θείας ὄντως καὶ σοφῆς προμηθείας εἰς ταὐτὸν ἀγαγών, τὴν σωτήριον ἐμοὶ σύνοδον ταύτην ἐμηχανήσατο· ἄνωθεν τοῦτο προμηθούμενος οἶμαι ἐκ πρώτης γενέσεως καὶ ἀνατροφῆς. Πῶς δέ, μακρὸν ἂν εἴη διεξίεναι, οὐχὶ ἀκριβολογουμένῳ μόνον καὶ μηδὲν παραλιπεῖν πειρωμένῳ· ἀλλ' εἰ καὶ τὰ πολλὰ παρείς, ἀθρόως ὀλίγων τῶν κεφαλαιωδεστέρων μνημονεύειν ἐθελήσαιμι.

Intertext edge

Open linked passage

Note