In Origenem oratio panegyrica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-thaumaturgus" aria-label="More works by Gregory Thaumaturgus">
—
⋯
Original / primary: Pg Scrape Grc
7.1
Πλὴν οὕτως ἡμᾶς ἐξ ἀρχῆς ἑλὼν καὶ πάντα τρόπον ἐκπεριελθών, ἐπειδὴ ἤνυστο αὐτῷ τὸ πλεῖον καὶ μένειν ἐδόκει, τοὐντεῦθεν ὥσπερ εἴ τις ἀγαθὸς γεωργὸς γῆν ἀργήν τινα καὶ ἤτοι οὐδὲ εὔγειον οὐδαμῶς, ἀλλά τινα ἁλμυρὰν καὶ κεκαυμένην ὑπόπετρόν τε καὶ ψαφαράν, ἢ οὐ πάντη μὲν ἄφορον οὐδέ γε ἀφυῆ, ἀλλὰ καὶ πολυφυῆ μέν, χέρσον δὲ ὅμως καὶ ἠμελημένην, ἀκάνθαις καὶ θάμνοις ἀγρίαις ἐστρυφνωμένην καὶ δυσεργῆ· ἢ οἷά τις φυτουργὸς ἀνὴρ φυτόν, ἤτοι ἄγριον καὶ καρπῶν ἡμέρων ἄφορον μέν, οὐ μὴν πάντη ἄχρηστον, εἴ τις τέχνῃ τῇ φυτουργικῇ φέρων βλαστὸν ἥμερον ἐμφυτεύσαι, μέσον σχίσας, εἶτα συμβαλὼν καὶ συνδήσας, ἄχρις ἂν συμβλύ σαντα ὡς ἓν ἄμφω τρέφηται (οὕτω γὰρ ἂν ἴδοις δένδρον τι συμμιγές, καὶ νόθον μέν, εὔκαρπον δὲ ἐξ ἀκάρπου, καρποὺς ἐλαίας τῆς καλῆς ἐπὶ ῥιζῶν ἀναφέρον ἀγρίων)· ἢ ἄγριον μέν, οὐ μὴν ἄχρηστον ἀνδρὶ τεχνίτῃ φυτουργῷ, ἢ καὶ ἥμερον μέν, εὔκαρπον δὲ ἄλλως, ἢ ἀπορίᾳ τέχνης πάλιν ἀκλάδευτον καὶ ἀπότιστον καὶ αὐχμηρόν, πνιγόμενον ὑπὸ τῶν εἰκῇ πολλῶν καὶ περιττῶν ἐκφυομένων βλαστῶν, τελειοῦσθαι δὲ τῇ βλάστῃ καὶ φέρειν τὸν καρπὸν ὑπ' ἀλλήλων ἐμποδιζόμενον· τοιούτους τινὰς παραλαβὼν καὶ τέχνῃ ἑαυτοῦ τῇ γεωργικῇ ἐκπεριϊὼν καὶ κατανοῶν οὐ τὰ πᾶσιν ὁρώμενα μόνον καὶ ἐν ἐπιφανείᾳ βλεπόμενα, ἀνορύττων δὲ καὶ τῶν ἐνδοτάτων ἀποπειρώμενος, ἐρωτῶν καὶ προτείνων καὶ ἀποκριναμένων ἀκούων, ἐπειδὴ κατενόησέ τι οὐκ ἄχρηστον καὶ ἀνωφελὲς καὶ ἀνήνυτον ἐν ἡμῖν, ἔσκαλλεν, ἀνέστρεφεν, ἐπότιζεν, ἐκίνει πάντα, ἅπασαν προσῆγε τὴν παρ' αὐτοῦ τέχνην καὶ ἐπιμέλειαν, καὶ κατειργάζετο ἡμᾶς· ἀκάνθας μὲν καὶ τριβόλους καὶ πᾶν τὸ τῶν ἀγρίων γένος βοτανῶν ἢ φυτῶν, ὅσον ὑλομανοῦσα ἀνέπεμπε καὶ ἀνεδίδου σεσοβημένη ἡ ψυχὴ ἡμῶν, οἷα δὴ ἄτακτος οὖσα καὶ προπετής, πᾶν ἐκκόπτων καὶ ἐξαίρων τοῖς ἐλέγχοις καὶ τῷ κωλύειν· καθαπτόμενος ἡμῶν καὶ μάλα Σωκρατικῶς ἔστιν ὅτε καὶ ὑποσκελίζων τῷ λόγῳ, εἴ πη πάντη ἀφηνιάζοντας ἡμᾶς ὥσπερ τινὰς τῶν ἀγρίων ἵππων ἑώρα, σκιρτῶντας ἔξω τῆς ὁδοῦ καὶ πολλὰ ἐκπε ριτρέχοντας εἰκῇ, ἕως οὗ πειθοῖ τινι καὶ ἀνάγκῃ, ὡς ὑπὸ χαλινῷ τῷ ἐκ στόματος ἡμῶν λόγῳ, ἡσυχίους αὐτῷ κατεστήσατο· δυσχερῶς μὲν ἡμῖν καὶ οὐκ ἀλύπως τὸ πρῶτον, οἷα δὴ ἀήθεσι καὶ κατακολουθεῖν τῷ λόγῳ οὐδέπω μεμελετηκόσι προσάγων τοὺς παρ' ἑαυτῷ λόγους, ἀλλὰ γὰρ ἐκκαθαίρων ὅμως. Ἧι δ' ἂν ἐπιτηδείους ἡμᾶς ἐποιήσατο καὶ εὖ παρ εσκευάσατο εἰς παραδοχὴν τῶν τῆς ἀληθείας λόγων, τότε δή, οἷα εὖ κατειργασμένῃ γῇ καὶ ἁπαλῇ ἑτοίμῃ τε ἀναφύειν τὰ ἐπαχθέντα τῶν σπερμάτων, ἐπέφερεν ἀφειδῶς· εὔκαιρον καὶ τὴν τῶν σπερμάτων καταβολὴν ποιούμενος, εὔκαιρον καὶ τὴν λοιπὴν ἐπιμέλειαν ἅπασαν, οἰκείως ἕκαστα κατεργαζόμενος καὶ τοῖς οἰκείοις τοῦ λόγου· πᾶν μὲν ὅσον ἀμβλὺ καὶ νόθον τῆς ψυχῆς, ἢ πεφυκυίας οὕτως ἢ καὶ ὑπὸ τροφῶν περιττῶν τοῦ σώματος παχυνομένης, παροξύνων καὶ ἐξισχναίνων τοῖς λεπτοῖς τῶν λογικῶν παθημάτων λόγοις καὶ τρόποις, οἳ ἐξ ἁπλουστάτων τῶν πρώτων ἀνειλούμενοι ἐπάλληλοι καὶ ποικίλως στρεφόμενοι, εἰς ἀμήχανόν τινα καὶ δυσεξέλικ τον προΐασι πλοκήν, ἐξανιστῶντες ἡμᾶς ὥσπερ καθεύδοντας, καὶ ἔχεσθαι ἀεὶ τῶν προκειμένων, μηδαμῶς ὑπολισθαί νοντας μήτε ὑπὸ μήκους μήτε ὑπὸ λεπτότητος, ἐκδιδασκό μενοι. Ὅσον δὲ ἄκριτον καὶ προπετές, συγκατατιθεμέ νων τε τοῖς ἐπιτυχοῦσιν, ὁποῖά ποτ' ἂν ᾖ, κἂν ψευδῆ τύχῃ, καὶ ἀντιλεγόντων πολλάκις, κἂν ἀληθῆ τινα εἰρημένα ᾖ, καὶ τοῦτο ἐκπαιδεύων τούτοις τε τοῖς προειρημένοις καὶ ἑτέροις ποικίλοις λόγοις· πολυειδὲς γὰρ τουτὶ τὸ μέρος τῆς φιλοσοφίας, συνεθίζον μὴ εἰκῇ μηδ' ὡς ἔτυχε ῥίπτειν τε τὰς μαρτυρίας καὶ πάλιν ἀνανεύειν, ἀλλ' ἐξετάζοντας ἀκριβῶς μὴ τὰ προφανῆ μόνον (πολλὰ γὰρ ἔνδοξα αὐτόθεν καὶ σεμνοειδῆ, ὑπὸ εὐσχήμοσι ταῖς φωναῖς εἰσδραμόντα εἰς τὰς ἀκοὰς ἡμῶν ὡς ἀληθῆ, ὕπουλα ὄντα καὶ ψευδῆ, συναρπάσαντα καὶ λαβόντα ψήφισμα ἀληθείας παρ' ἡμῶν, μετ' οὐ πολὺ σαθρὰ καὶ οὐκ ἀξιόπιστα κατε φωράθη ὄντα, μάτην τὴν ἀλήθειαν ὑποκρινόμενα· καὶ ἡμᾶς εὐκόλως ἀπέφηνε καταγελάστως ἐξηπατημένους, κἀπιμαρτυρήσαντας εἰκῇ οἷς ἥκιστα ἐχρῆν· πάλιν τε αὖ ἕτερα σεμνὰ μὲν καὶ οὐκ ἀλαζονευόμενα μέν, ἢ οὐκ ἀξιοπίστοις ταῖς φωναῖς κείμενα παράδοξα καὶ πάντων ἀπιστότατα δοκοῦντα, αὐτόθεν τε ἀποδοκιμασθέντα ὡς ψευδῆ καὶ ὑβρισθέντα ἀναξίως, εἶθ' ὕστερον ἐξιχνεύσασι καὶ κατανοήσασιν ἀκριβῶς πάντων ἀληθέστατα καὶ ἄμαχα ἀτεχνῶς εἶναι κατενοήθη, τὰ τέως ἀπόβλητα καὶ ἀδόκιμα νομισθέντα), μὴ δὴ τὰ προφανῆ μόνον καὶ προκύπτοντα, ἔστι δ' ὅτι δολερὰ καὶ σεσοφισμένα, τὰ δ' ἔνδον διερευνωμένους μὲν καὶ περικρούοντας ἕκαστον, μή πή τι σαθρὸν ἠχῇ, καὶ ἐν αὐτοῖς πιστουμένους ἑαυτοὺς πρῶτον, οὕτως καὶ τοῖς ἐκτὸς συνομολογεῖν καὶ ἀποφαίνε σθαι περὶ ἑκάστων ἐδίδασκεν. Οὕτως μὲν τὸ περὶ τὰς λέξεις καὶ τοὺς λόγους κριτικὸν ἡμῶν τῆς ψυχῆς μέρος λογικῶς ἐξεπαιδεύετο· οὐ κατὰ τὰς καλῶν ῥητόρων κρίσεις, εἴ τι Ἑλληνικὸν ἢ βάρβαρόν ἐστι τῇ φωνῇ· τὸ μικρὸν τοῦτο καὶ οὐκ ἀναγκαῖον μάθημα· ἀλλὰ τοῦτο πᾶσιν ἀναγκαιότατον Ἕλλησί τε καὶ βαρβάροις, καὶ σοφοῖς καὶ ἰδιώταις καὶ ὅλως (ἵνα μὴ μακρὸς εἴη μοι λόγος ἑκάστας τέχνας καὶ ἐπιτηδεύματα ἐπεξιών) πᾶσιν ἀν θρώποις τοῖς ὁντινοῦν βίον ἑλομένοις· εἴ γε πᾶσι τοῖς περὶ ὁτουδήποτε κοινολογουμένοις μέλει τε καὶ διεσπούδασται μὴ ἠπατῆσθαι.