In Origenem oratio panegyrica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-thaumaturgus" aria-label="More works by Gregory Thaumaturgus">
—
⋯
Original / primary: Pg Scrape Grc
8.1
Καὶ μὴ τοῦθ' ὅπερ εἶδος διαλεκτικὴ κατορ θοῦν μόνη εἴληχε· τὸ δέ γε πάλιν ταπεινὸν τῆς ψυχῆς μῶν, ἐκτεθαμβημένων μὲν τῇ μεγαλουργίᾳ καὶ θαυματουργίᾳ καὶ ποικίλῃ καὶ πανσόφῳ δημιουργίᾳ τῇ τοῦ κόσμου, καὶ τεθαυμακότων μὲν ἀλόγως ὑπεπτηχότων δὲ ὑπὸ ἐκπλήξεως, εἰδότων δὲ οὐδ' ὁτιοῦν ἐπιλογίσασθαι δίκην ἀλόγων ζώων, ἐξεγείρων καὶ ἀνορθῶν μαθήμασιν ἑτέροις, τοῖς φυσικοῖς, σαφηνίζων ἕκαστα τῶν ὄντων, καὶ διακρίνων καὶ μάλα σοφῶς εἰς τὰ πρώτιστα στοιχεῖα, κᾆτ' ἐπιπλέκων τῷ λόγῳ καὶ ἐπιπορευόμενος τήν τε τῶν ὅλων καὶ τὴν ἐπὶ μέρους ἑκάστου φύσιν τροπήν τε τὴν πολυειδῆ καὶ μεταβολὴν τῶν ἐν τῷ κόσμῳ· ἕως φέρων ὑπὸ σαφοῦς τῆς παρ' αὐτοῦ διδασκαλίας καὶ λόγων, ὧν τε ἔμαθεν ὧν τε ἐξεύρετο περὶ τῆς τῶν ὅλων οἰκονομίας τῆς ἱερᾶς καὶ φύσεως τῆς ἀμωμήτου, ἀντὶ ἀλόγου λογικὸν ταῖς ψυχαῖς ἡμῶν ἐγκατέθετο θαῦμα. Τοῦθ' ὃ δὴ μάθημα ὑψηλὸν καὶ ἔνθεον ὂν ἡ ἐρασμιωτάτη πᾶσιν ἐκδιδάσκει φυσιολογία. Τί δεῖ λέγειν τὰ τῶν ἱερῶν μαθημάτων, γεωμετρίαν μὲν τὴν πᾶσι φίλην καὶ ἀναμφισ βήτητον καὶ ἀστρονομίαν τὴν μετεωροπόρον; Ἃ δὴ ἕκαστα ταῖς ψυχαῖς ἡμῶν ἐνετυποῦτο διδάσκων ἢ ἀναμι μνήσκων ἢ οὐκ οἶδ' ὅ τι χρὴ λέγειν, τὴν μὲν ὡς ὑποβά θραν πάντων ἁπλῶς ποιησάμενος οὖσαν ἄσειστον, τὴν γεωμετρίαν, καὶ κρηπίδα τινὰ ἀσφαλῆ· ἀνάγων δὲ καὶ μέχρι τῶν ἀνωτάτω διὰ τῆς ἀστρονομίας, ὥσπερ διὰ κλίμακός τινος οὐρανομήκους ἑκατέρου τοῦ μαθήματος βατὸν ἡμῖν τὸν οὐρανὸν παρασκευάσας.