Metaphrasis in Ecclesiasten Salamonis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-thaumaturgus" aria-label="More works by Gregory Thaumaturgus">
—
⋯
Original / primary: Pg Scrape Grc
10.1.1
Καὶ γὰρ μυῖαι ἐμπεσοῦσαι μύρῳ, καὶ ἐναποπνι γεῖσαι, ἀσχήμονα τοῦ ἡδέος ἐκείνου χρίσματος, τήν τε ὄψιν, καὶ τὴν χρίσιν ἐργάζονται· σοφίας δὲ καὶ ἀφροσύνης οὐδὲν ἐν ταυτῷ μεμνῆσθαι προσῆκον. Ὁ μέν γε σοφὸς ἑαυτὸν ἐπὶ δεξιὰ τῶν πραγμάτων ὁδηγεῖ· ἄφρων δὲ εἰς ἀριστερὰ ἀπονένευκεν, οὐδ' 1013 ἔστιν ὅτε καλῶν ὁδηγῷ πραγμάτων ἀφροσύνῃ χρήσε ται. Μάταια δὲ αὐτοῦ καὶ τὰ ἐνθυμήματα, ἀφροσύ νης ἀναπεπλησμένα. Εἰ δὲ καὶ πνεῦμά σοί ποτε, ὦ φίλος, πολέμιον προσπέσοι, ἔνστηθι ἐῤῥωμένως, γι νώσκων ὡς καὶ πολλῶν ἁμαρτημάτων πλῆθος Θεὸς ἱλάσασθαι δύναται. Τυράννου δὲ ἔργα ταῦτα, καὶ πα τρὸς πάσης πονηρίας· τὸν μὲν ἄφρονα εἰς ὕψος αἴρε σθαι, τὸν πλούσιον δὲ φρονήσει ταπεινοῦσθαι· καὶ δούλους μὲν ἁμαρτιῶν ἐπὶ ἵππον φερομένους, ἄνδρας δὲ ἱεροὺς βαδίζοντας ἀτίμως ὁρᾶσθαι, τῶν πονηρῶν γαυρουμένων. Εἰ δέ τις ἑτέρῳ ἐπιβουλεύει, λέληθεν αὑτὸν ὡς ἑαυτῷ πρώτῳ καὶ μόνῳ ἔνεδρον ἐργάζεται. Ὁ δὲ καθαιρῶν ἄλλου ἀσφάλειαν, περιπεσεῖται ὄφεως δήγματι. Ἀλλὰ μὴ [ἴσ. μὴν] ὁ λίθους ἐξαιρούμενος, ὑποίσει πόνον οὐ μικρόν· ἀλλὰ καὶ σχίζων ξύλα, ἐν αὐτῷ τῷ οἰκείῳ ὅπλῳ τὸν κίνδυνον οἴσει. Ἐὰν δὲ συμβῇ τοῦ στελεοῦ τὸν πέλεκυν ἐκπηδῆσαι, θορυβηθήσεται ὁ ταῦτα ἐργαζόμενος, οὐκ ἐπ' ἀγαθῷ συγκομίζων, καὶ ἐπαύξων αὐτὸς τὴν ἑαυτοῦ ἄδικον καὶ ὠκύμορον δύ ναμιν. Ὄφεως δὲ δῆγμα λαθραῖον· οὐδὲν παραμυθή σονται οἱ ἐπᾴδοντες· μάταιοι γάρ εἰσιν. Ἀλλ' ὁ μὲν ἀγαθὸς ἀνὴρ ἀγαθὰ ἐργάζεται αὑτῷ τε καὶ τοῖς πλη σίον· ὁ δὲ ἄφρων εἰς ὄλεθρον ἐμπεσεῖται διὰ τῆς αὐτοῦ φλυαρίας. Καὶ ἄπαξ ἀνοίξας τὸ στόμα, ἄρχε ται ἀφρόνως, καὶ παύεται ταχέως, διὰ παντὸς ἐνδει κνύμενος τὴν ἑαυτοῦ ἄνοιαν. Ἀνθρώπῳ δὲ ἀδύνατόν τι γνῶναι, καὶ παρὰ ἀνθρώπου μαθεῖν τὰ ἀπ' ἀρχῆς, ἢ τὰ ἐπιόντα. Τίς γὰρ ἔσται ὁ μηνύσων; Ἄνθρωπος δὲ ὃς οὐκ οἶδεν εἰς τὴν ἀγαθὴν πορευθῆναι πόλιν, κά κωσιν ὑπομένει, τοῖς τε ὀφθαλμοῖς, καὶ τῷ παντὶ προσώπῳ. Πόλει δὲ ἐκείνῃ κακὰ προλέγω, ἧς ὅ τε βασιλεὺς νέος, καὶ οἱ ἄρχοντες γαστρίμαργοι. Μακα ρίζω δὲ γῆν τὴν ἀγαθὴν, ἧς βασιλεύει ὁ τοῦ ἐλευθέ ρου υἱός· ἔνθα εὐκαίρως ἀπολαύσουσιν ἀγαθῶν, οἱ ἐκεῖσε ἄρχειν ἠξιωμένοι. Ὀκνηρὸς δὲ καὶ ἀργὸς, οἶκον ἐλαττοῦσι χλευασταὶ γενόμενοι· καὶ εἰς τὴν ἑαυτῶν λαιμαργίαν, τοῖς πᾶσι καταχρώμενοι, ἀργυ ρίῳ ἀγώγιμοι, ἕνεκα ὀλίγου τιμήματος πάντα αἰσχρῶς καὶ ταπεινῶς πράσσειν ὑπομένοντες. Βασι λεῖ δὲ, καὶ ἄρχουσιν, ἢ δυνάσταις ὑπακούειν προσήκει, καὶ οὐκ ἀπεχθάνεσθαι, οὐδ' ὅλως λυπηρόν τι εἰς αὐ τοὺς ῥῆμα ἀποῤῥίπτειν. Δέος γὰρ, μὴ τὸ καὶ τὸ κα ταμόνας εἰρημένον, εἰς φανερόν πως ἔλθῃ. Τῷ γὰρ μόνῳ καὶ πλουσίῳ καὶ μεγάλῳ βασιλεῖ ἄγγελοι ὀξεῖς καὶ ὑπόπτεροι ἅπαντα διακομίζουσι, πνευματικὴν ὁμοῦ καὶ λογικὴν τελοῦντες ὑπηρεσίαν.