Metaphrasis in Ecclesiasten Salamonis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-thaumaturgus" aria-label="More works by Gregory Thaumaturgus">
—
⋯
Original / primary: Pg Scrape Grc
11.1.1
Κοινωνεῖν γε μὴν ἄρτου καὶ τῶν ἀναγκαίων, ἃ πρὸς τὸν βίον ἀνθρώποις, δίκαιον. Εἰ γὰρ καὶ παραυτίκα τισὶ δόξεις ἀπολλύναι, ὥσπερ ὕδατι τὸν ἄρτον παρα διδοὺς, ἀλλ' οὖν προϊόντος τοῦ χρόνου, οὐκ ἀνόνητός σοι φανεῖται ἡ φιλανθρωπία. Δίδου δὲ ἀφειδῶς, καὶ μέριζε τὰ σαυτοῦ πλείοσιν· οὐ γὰρ ἐπίστασαι τί ποτε ἡ ἐπιοῦσα ἐποίησεν ἡμέρα. Κατέχουσι δὲ οὐδὲ νεφέλαι τὸν ἑαυτῶν πολὺν ὑετὸν, ἀλλὰ τὸν ὄμβρον ἐπὶ 1016 γῆν ἀφιᾶσι· καὶ οὐδὲ δένδρον εἰς ἀεὶ ἕστηκεν, ἀλλὰ κἂν ἄνδρες αὐτοῦ φείσωνται, ἀνέμῳ γοῦν ἀνατραπή σεται. Πολλοὶ δὲ βούλονται καὶ τὰ ἐκ τοῦ οὐρανοῦ ἐσόμενα προγινώσκειν, καί τις εἴς τε νεφέλας ἀφο ρῶν, καὶ περιμένων ἄνεμον, ἀμήτου ἢ λικμητοῦ ἀπέ σχετο, ἐπὶ μηδενὶ πεπεισμένος, μηδὲ γινώσκων τὶ τῶν ἐκ Θεοῦ ἐσομένων· ὥσπερ οὐδὲ οἷον ἡ κυοφοροῦσα τέξεται. Σπείρας δὲ ἐν καιρῷ, συγκόμιζε τοὺς καρ ποὺς, ὁπότ' ἂν τούτου καιρὸς ἐνστῇ· ἄδηλον γὰρ, ὁποῖα αὐτῶν ἔσται ἀμείνω τῶν φυέντων. Γένοιτο δὲ ἅπαντα εἰς ἀγαθόν. Λογιζόμενος δέ τις, ὡς καλὸς μὲν ὁ ἥλιος, ἡδὺς δὲ οὗτος ὁ βίος, ἀγαθὸν δὲ καὶ τὸ πο λυχρόνιον γενέσθαι διαπαντὸς εὐφραινόμενον, καὶ ὡς φοβερὸν ὁ θάνατος, καὶ ἀΐδιον κακὸν, καὶ εἰς τὸ μηδὲν ἄγων, οἴεται χρῆναι, πάντων μὲν ἀπολαύειν τῶν παρ όντων καὶ δοκούντων ἡδέων. Συμβουλεύει δὲ καὶ τοῖς νέοις, τῇ ἑαυτῶν ὥρᾳ καταχρῆσθαι ἀνέντας τὰς ἑαυτῶν ψυχὰς εἰς πᾶσαν ἡδονὴν, καὶ χαρίζεσθαι μὲν ἐπιθυμίαις, πράττειν δὲ τὰ αὐτοῖς δοκοῦντα, καὶ βλέπειν τὰ τέρποντα, καὶ ἀποστρέφεσθαι τὰ μὴ οὕτως ἔχοντα. Πρὸς ὃν τοσοῦτον λέξω· Ὅτι ἀνοηταίνεις, ὦ οὗτος, μὴ προσδοκῶν τὴν ἐφ' ἅπασι τούτοις ἐκ Θεοῦ κρίσιν ἐσομένην. Πονηρὸν δὲ ἀσωτία καὶ ἀσέλ γεια, καὶ ῥυπαρὰ σωμάτων ἡμετέρων ὕβρις ὀλέθριος. Νεότητι μὲν γὰρ ἄνοια παρέπεται· ἄνοια δὲ ἄγει εἰς ὄλεθρον.